Λάμψακος

Stephanos of Byzantium - Ethnika

Λάμψακος OCR ✓ Trans ✓ Confirmed ✓
city
Λάμψακος, πόλις κατὰ τὴν Προποντίδα, ἀπὸ Λαμψάκης ἐπιχωρίας τινὸς κόρης. ἔστι δὲ Φωκαέων κτίσμα, πάλαι Πιτύουσα λεγομένη, ὡς Δηίοχος ὁ Κυζικηνός. Ἐπαφρόδιτος δὲ Πιτύειαν ὑφ´ Ὁμήρου ταύτην κληθῆναι διὰ τὸ πιτύων ἔχειν πλῆθος, Λαομεδόντειαν καλουμένην. ἔστι δ´ εὔοινος. ὅθεν Θεμιστοκλεῖ παρὰ τοῦ τῶν Περσῶν ἐδόθη βασιλέως εἰς οἶνον. Δημοσθένης δὲ διὰ τὸ εὔοινον καὶ Πριάπου κτίσμα ταύτην φησί, τοῦ υἱοῦ Ἀφροδίτης καὶ Διονύσου. τὸ ἐθνικὸν Λαμψακηνός.

Translation pending

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.149
char LCS 60 (16.3%) · word LCS 10 (15.2%)
Stephanos
Λάμψακος, πόλις κατὰ τὴν Προποντίδα, ἀπὸ Λαμψάκης ἐπιχωρίας τινὸς κόρης. ἔστι δὲ Φωκαέων κτίσμα, πάλαι Πιτύουσα λεγομένη, ὡς Δηίοχος ὁ Κυζικηνός. Ἐπαφρόδιτος δὲ Πιτύειαν ὑφ´ Ὁμήρου ταύτην κληθῆναι διὰ τὸ πιτύων ἔχειν πλῆθος, Λαομεδόντειαν καλουμένην. ἔστι δ´ εὔοινος. ὅθεν Θεμιστοκλεῖ παρὰ τ…
Herodian
… Ἀρριανὸς ἐν Βιθυνιακοῖς ἱστορεῖ. ἔστι καὶ Ἀκαρνανίας πόλις—καὶ Ναννακός καὶ Θημακός δῆμος τῆς Ἐρεχθηΐδος φυλῆς. * Τὰ εἰς 'ακος' λήγοντα τρισύλλαβα, τὴν πρώτην συλλαβὴν εἰς ἀμετάβολον καταλήγουσαν ἔχοντα προπαροξύνεται, Λάμψακος πόλις κατὰ τὴν Προποντίδα ἀπὸ Λαμψάκης, ἐπιχωρίας τινὸς κόρης. Ῥύνδακος πόλις καὶ ποταμὸς μεταξὺ Φρυγίας καὶ Ἑλλησπόντου «Ῥύνδακον ἀμφὶ βαθύσχοινον». λέγεται καὶ Ῥύνδαξ. Ὕρτακος ἥρως καὶ πόλις Κρήτης. Σπάρτακος πόλις Θρᾴκης. Ἐρατοσθένης ἐν Γαλατικῶν δευτέρῳ. Φάρνακος, Ἄρτακος ἔθνο…