Λαοδίκεια

Stephanos of Byzantium - Ethnika

Λαοδίκεια OCR ✓ Trans ✓ Confirmed ✓
city
Λαοδίκεια, πόλις τῆς Συρίας, ἡ πρότερον Λευκὴ ἀκτή λεγομένη καὶ πρὸ τούτου Ῥάμιθα κεραυνωθεὶς γάρ τις ἐν αὐτῇ ποιμὴν ἔλεγε “ῥαμάνθας”, τουτέστιν ἀφ´ ὕψους ὁ θεός· ῥάμαν γὰρ τὸ ὕψος, ἄθας δὲ ὁ θεός. οὕτως Φίλων. λέγεται δὲ ἀπὸ Λαοδίκης τῆς μητρὸς Σελεύκου τοῦ Νικάτορος. ἔστι δ´ εὐοινοτάτη καὶ πάσης εὐκαρπίας ἀνάμεστος. ἔστι δὲ καὶ ἑτέρα Λυδίας, Ἀντιόχου κτίσμα τοῦ παιδὸς τῆς Στρατονίκης· τῇ γὰρ γυναικὶ αὐτοῦ ὄνομα Λαοδίκη. Διὸς μήνυμα δι´ Ἑρμοῦ, ὄναρ διὰ χρησμοῦ Ἀπόλλωνος Ἀντιόχῳ βασιλῆι τάδε χρᾷ Φοῖβος Ἀπόλλων, κτιζέμεναι πτολίεθρον ἀγακλεές, ὡς ἐκέλευσεν Ζεὺς ὑψιβρεμέτης, πέμψας ἐριούνιον Ἑρμῆν. ἔστι δὲ καὶ ἄλλη Λυκαονίας. καὶ Μηδίας ἑτέρα.

Laodikeia: a city of Syria, formerly called White Coast, and before that Ramitha. For when some shepherd was struck by lightning in it, he would say 'ramanthas', that is, 'the god from on high'; for raman is 'height', and athas 'god'. So Philo. It is said to be named after Laodike, the mother of Seleukos Nikator. It is very rich in wine and full of every fruitfulness. There is also another in Lydia, a foundation of Antiochos, the son of Stratonike; for his wife’s name was Laodike. A message of Zeus through Hermes, a dream through an oracle of Apollo: To King Antiochos Phoibos Apollo delivers this oracle:

Found a splendid city, as Zeus the high-thundering commanded,
sending Hermes the messenger.

There is also another in Lykaonia. And another of Media.

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.275
char LCS 67 (12.8%) · word LCS 13 (12.9%)
Stephanos
Λαοδίκεια, πόλις τῆς Συρίας, ἡ πρότερον Λευκὴ ἀκτή λεγομένη καὶ πρὸ τούτου Ῥάμιθα κεραυνωθεὶς γάρ τις ἐν αὐτῇ ποιμὴν ἔλεγε “ῥαμάνθας”, τουτέστιν ἀφ´ ὕψους ὁ θεός· ῥάμαν γὰρ τὸ ὕψος, ἄθας δὲ ὁ θεός. οὕτως Φίλων. λέγεται δὲ ἀπὸ Λαοδίκης τῆς μητρὸς Σελεύκου τοῦ Νικάτορος. ἔστι δ´ εὐοινοτάτη καὶ πάσης εὐ…
Herodian
…ς Ἑλλάνικος πρώτῳ Δευκαλιωνείας. ἔστι δὲ καὶ Ἀγάθεια πόλις Λιγύων ἢ Κελτῶν, παραγωγὴ τῆς Ἀγάθης ὡς Βερενίκεια καὶ Θεσσαλονίκεια. Ἰόπεια πόλις Φοινίκης, ἣ καὶ Ἰόπη. λέγεται καὶ Ἰοπία διὰ τοῦ 'ι' καὶ ἴσως ἐκ τοῦ Αἰθιοπία. Λαοδίκεια πόλις τῆς Συρίας ἡ πρότερον Λευκὴ ἀκτὴ λεγομένη καὶ πρὸ τούτου Ῥάμιθα, ὡς Φίλων. ἔστι καὶ ἑτέρα Λυδίας· ἔστι δὲ καὶ ἄλλη Λυκαονίας. καὶ Μηδίας ἑτέρα. λέγεται δὲ κατὰ παραγωγὴν ἐκ τῆς Λαοδίκης ὡς Ἀπάμη Ἀπάμεια Συρίας πόλις ἀπὸ Ἀπάμας τῆς Σελεύκου μητρός. ἔστι καὶ ἄλλη ἐν τῇ Μεσηνῶν γῇ «τῷ …