Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Λάπηθος, πόλις Κύπρου, ὕφορμον ἔχουσα καὶ νεώρια. Ἀλέξανδρος Ἐφέσιος “Βήλου δ´ αὖ Κίτιόν τε καὶ ἱμερόεσσα Λάπηθος”. τὸ ἐθνικὸν Λαπήθιος καὶ Λαπηθεύς.
… 'ι' ἢ 'υ' ἢ καὶ φύσει μακρᾷ προπαροξύνεται· εἰ δέ τι ὀξύνεται, ἐπιθετικόν ἐστιν. Λάπιθος ἀφ´ οὗ Λαπίθης, λέκιθος, ἔριθος, Μίκυθος, ἄκυθος ἡ μὴ τίκτουσα, μαμμάκυθος ὁ μωρός, Αἴνηθος ὄρος. Αἰσχύλος. Λάπηθος πόλις Κύπρου. Ἀλέξανδρος Ἐφέσιος «Βήλου δ´ αὖ Κίτιόν τε καὶ ἱμερόεσσα Λάπηθος». Πεπάρηθος νῆσος τῶν Κυκλάδων ὁμώνυμον ἔχουσα πόλιν. Σεσάρηθος πόλις Ταυλαντίνων, ὥς φησιν Ἑκαταῖος. Κάνηθος, Ὄρηθος, Σέβηθος ὄνομα ποταμοῦ. ἐπίληθος «νηπενθές τ´ ἄχολόν τε, κακῶν ἐπίληθον ἁπάντων» (Od. δ 221). Ναύαιθο…