Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Λιγυστίνη, πόλις Λιγύων τῆς δυτικῆς Ἰβηρίας ἐγγὺς καὶ τῆς Ταρτησσοῦ πλησίον. οἱ οἰκοῦντες Λίγυες καλοῦνται.
ὁ ποταμὸς προσβάλλει ἰλύν. λέγονται καὶ Ἐχινάδες διὰ τὸ τραχὺ καὶ ὀξὺ παρὰ τὸν ἐχῖνον ἢ διὰ τὸ πλῆθος ἔχειν ἐχίνων. Ἀπολλόδωρος δὲ ἀπὸ Ἐχίνου μάντεως. Καινίνη πόλις Σαβίνων ἡ ὑπὸ Ῥωμύλου ἁλοῦσα. Λιγυστίνη πόλις Λιγύων τῆς δυτικῆς Ἰβηρίας ἐγγὺς καὶ τῆς Ταρτησσοῦ πλησίον. Πλινθίνη πόλις τῆς Αἰγυπτίας ἐπὶ τῆς Μαρείας. Μοτίνη πόλις Ἰταλίας, ἄποικος Ῥωμαίων. Πολύβιος τρίτῳ (c. 40, 8)· Φλέγων δὲ Μουτίνην αὐτήν φησι. Σαβίνη ἐπὶ τῆς γυναικὸς καὶ ἐπὶ τῆς χώρας. Σιβερίνη πόλις Οἰνωτρῶν. τὸ δὲ ἐ…