Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Λοκροὶ Ἐπιζεφύριοι, πόλις Ἰταλίας. Ἑκαταῖος Εὐρώπῃ. οἱ πολῖται Λοκροί ὁμωνύμως. τὸ ἐθνικὸν Λόκριος ὡς Κύπριος.
…φρός ὁ ἐπὶ τῶν ὑγρῶν ὀξυνόμενον, τὸ δὲ ἐθνικὸν Ἄφρος βαρύνεται. Τὰ εἰς 'κρος' δισύλλαβα ἀπὸ συμφώνου ἀρχόμενα ὀξύνεται, μακρός, πικρός, μικρός, νεκρός, λευκρός ὁ φαλακρός παρὰ Σαλαμινίοις, Λοκρός ὁ κτίστης καὶ ἔθνος καὶ Λοκροὶ Ἐπιζεφύριοι πόλις Ἰταλίας. Ἑκαταῖος Εὐρώπῃ. Τευκρός τὸ ἐθνικὸν οἱ Τρῶες, Τεῦκρος δὲ τὸ κύριον υἱὸς Σκαμάνδρου καὶ Ἰδαίας νύμφης. ἔστι μὲν κανὼν ὁ λέγων, ὅτι τοῖς συνοικισταῖς ὁμοφωνεῖ τὰ ἐθνικὰ δηλονότι καὶ γραφῇ καὶ τόνῳ οἷον Ἴων, Θετταλός, Ἀχαιός, Τρώς, Δαναός…