Λύγξ

Stephanos of Byzantium - Ethnika

Λύγξ OCR ✓ Trans ✓ Confirmed ✓
city
Λύγξ, πόλις Λιβύης πρὸς τοῖς Γαδείροις μετὰ τὸν Ἄτλαντα. καὶ νῆσος Ἄτλαντος καὶ πόλις Λύγξ, ὡς Ἀρτεμίδωρος. τὸ ἐθνικὸν Λυγξίτης καὶ Λύγγιος.

Lynx: a city of Libya, near Gadeira, beyond Atlas. Also an island of Atlas and the city Lynx, as Artemidoros. The ethnonym is 'Lyxites' and 'Lynggios'.

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.397
char LCS 88 (77.2%) · word LCS 17 (77.3%)
Stephanos
Λύγξ, πόλις Λιβύης πρὸς τοῖς Γαδείροις μετὰ τὸν Ἄτλαντα. καὶ νῆσος Ἄτλαντος καὶ πόλις Λύγξ, ὡς Ἀρτεμίδωρος. τὸ ἐθνικὸν Λυγξίτης καὶ Λύγγιος.
Herodian
…ρθεσιν ἄρα ἔχει διὰ τὴν κατάληξιν· ἐν δὲ τῇ γενικῇ ἀπέλαβε τὴν τάξιν μετὰ τοῦ 'κ' πνύξ πυκνός »τῆς πυκνὸς τὰς ἡνίας« »τοῦ λίθου τοῦν τῇ πυκνί« καὶ »πύκνα«. κέκληται δὲ παρὰ τὸ πυκνὸν τῶν πάλαι ᾠκισμένων οἰκιῶν, λύγξ καὶ Λύγξ πόλις Λιβύης πρὸς τοῖς Γαδείροις μετὰ τὸν Ἄτλαντα· καὶ νῆσος Ἄτλαντος καὶ πόλις Λύγξ, ὡς Ἀρτεμίδωρος. Τὰ εἰς 'αιξ' μονοσύλλαβα ὀξύνεται, Ῥαίξ, Γραίξ, Γραῖκες γὰρ παρ´ Ἀλκμᾶνι αἱ τῶν Ἑλλήνων μητέρες καὶ παρὰ Σοφοκλεῖ ἐν Ποιμέσιν· εἰσὶ δὲ καὶ Γραῖκες Αἰολέων οἱ τὸ Πάριον οἰκοῦντες. ἔστι δὲ ἢ μεταπλασμὸς ἢ τῆς Γραίξ εὐθείας …