Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Λύζεια, πόλις Ἀκαρνανίας. Ἑκαταῖος Εὐρώπῃ. ἀπὸ Λυζέως τινός. τὸ ἐθνικὸν Λυζεύς καὶ Λύζεια.
Δευκαλιωνείας πρώτῳ. ἔστι καὶ τῆς Ἰταλίας. καὶ ἄλλη Ἀργολίδος ἡ καὶ Ἑρμιόνη. Λάμπεια ὄρος Ἀρκαδίας. Παρθένιος Ἀνθίππῃ. Λαμπέτεια πόλις Βρεττίας. Πολύβιος τρισκαιδεκάτῳ. Λύζεια πόλις Ἀκαρνανίας. Ἑκαταῖος Εὐρώπῃ. ἀπὸ Λυζέως τινός. Λαμπώνεια πόλις Τρῳάδος. Ἑκαταῖος Ἀσίᾳ. Ἑλλάνικος δὲ Λαμπώνιον αὐτήν φησι. Πιτύεια· οὕτως Ἐπαφρόδιτος ὑφ´ Ὁμήρου (Β 829) Λάμψακον κληθῆναι διὰ τὸ πιτύων πλῆθος, Λαομεδόντειαν καλουμένην. Λαοδαμάντεια νῆσος ἐν Λιβύῃ. Ἀρ…