Stephanos of Byzantium - Ethnika
Lykaia: a city of Arkadia. Theopompos, book 56. But in Menelaos it is Lykaitha with θ. The inhabitant is a Lykaiaios. {Also Lykeion, the gymnasium, and Lykeios, Apollo.}
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Λύκαια, πόλις Ἀρκαδίας. Θεόπομπος πεντηκοστῷ ἕκτῳ. παρὰ δὲ Μενελάῳ Λύκαιθα μετὰ τοῦ « θ ». ὁ οἰκήτωρ Λυκαῖος. [καὶ Λύκειον τὸ γυμνάσιον καὶ Λύκειος ὁ Ἀπόλλων.]
…σαν ἑτοίμῳ. καὶ ἄλλοι οὕτως. ἔστι καὶ πόλις Ἀρκαδίας, ἣ ἐλέγετο Σολογοργός. Ἡραία δὲ καλεῖται ἡ ἐλάττων τῶν τριῶν πόλεων Σικελίας, αἳ Ὕβλαι λέγονται. Κάθαια πόλις Ἰνδική. Κυναίθαια πόλις Ἀρκαδίας, ἣ καὶ Κύναιθα λέγεται. Λύκαια πόλις Ἀρκαδίας. Θεόπομπος πεντηκοστῷ ἕκτῳ. παρὰ δὲ Μενελάῳ Λύκαιθα μετὰ τοῦ 'θ'. Μάργαια πόλις Ἠλείας. Μελίταια πόλις Θεσσαλίας. Ἀλέξανδρος Ἀσίᾳ. Θεόπομπος δὲ Μελίτειαν αὐτήν φησιν. καὶ Μελίτεια Φίλων γράφει. Νίναια πόλις Οἰνωτρῶν. Ἑκαταῖος Εὐρώπῃ. Νίσαια ἐπίνειον Μεγαρίδος. καὶ αὐτὴ ἡ Μεγαρίς. ἀπ…