Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Λύκαστος, πόλις Κρήτης. Ὅμηρος “Λύκτον Μίλητόν τε καὶ ἀργινόεντα Λύκαστον”. ἀπὸ Λυκάστου αὐτόχθονος [ἢ παιδὸς τοῦ Μίνωος.] ὁ πολίτης Λυκάστιος. [ἔστι καὶ Ποντικὴ Λύκαστος· τὴν Κρητικὴν Λύκαστον ὀξύνουσιν οἱ ἐγχώριοι. οὐκ ἐπικρατεῖ δὲ ἡ ἐθνικὴ παράδοσις.]
…ρίου, ἣ καὶ κιγκλίδες καλοῦνται. Τὰ εἰς 'στος' κύρια ἀρσενικὰ μόνως ἢ θηλυκὰ βαρύνεται, Ἄκαστος. Λύκαστος πόλις Κρήτης. Ὅμηρος «Λύκτον Μίλητόν τε καὶ ἀργινόεντα Λύκαστον» (Β 647) ἀπὸ Λυκάστου αὐτόχθονος ἢ παιδὸς τοῦ Μίνωος. ἔστι καὶ Ποντικὴ Λύκαστος. τὴν Κρητικὴν Λύκαστον ὀξύνουσιν οἱ ἐγχώριοι, ὡς ἱστορεῖ Διονύσιος. οὐκ ἐπικρατεῖ δὲ ἡ ἐθνικὴ παράδοσις. Ἥφαιστος. Ἄδραστος βασιλεύς, ἀφ´ οὗ πόλις Ἀδράστεια. Βίβαστος Θρᾴκης πόλις. Βούβαστος πόλις Αἰγύπτου, ἣν Ἡρόδοτος (e. g. 2, 59) Βούβαστίν φησι διὰ τοῦ 'ι'. Μού…
Λύκαστος, πόλις Κρήτης. Ὅμηρος “Λύκτον Μίλητόν τε καὶ ἀργινόεντα Λύκαστον”. ἀπὸ Λυκάστου αὐτόχθονος [ἢ παιδὸς τοῦ Μίνωος.] ὁ πολίτης Λυκάστιος. [ἔστι καὶ Ποντικὴ Λύκαστος· τὴν Κρητικὴν Λύκαστον ὀξύνουσιν οἱ ἐγχώριοι. οὐκ ἐπικρατεῖ δὲ ἡ ἐθνικὴ παράδοσις.]
…στος ποταμὸς ἐν Δελφοῖς βαρύνεται «πολλὰ δὲ Κωρύκιαι νύμφαι Πλείστοιο θύγατρες». Ἀπολλώνιος (Argon. II 711). τινὲς δὲ ἀναγινώσκουσι προπερισπωμένως ἐπὶ τῆς γενικῆς, ἐπειδὴ καὶ ὑπὸ τῶν ἐγχωρίων λέγεται Πλειστός ὀξυτόνως, οὐκ ἐπικρατεῖ δὲ ἡ ἐθνικὴ παράδοσις. καὶ τὸ δύστος ὁ δύστηνος καὶ πόστος ἐκ τοῦ πόσατος γέγονεν. Τὰ εἰς 'τος' ῥηματικὰ μὴ ὄντα ἀριθμητικά, πρὸ τοῦ 'τ' τὸ 'κ' ἢ τὸ 'π' ἔχοντα ὀξύνεται, πλεκτός, ἑλκτός, πνικτός, θελκτός. τὸ δὲ οἶκτος βαρύνεται. οὐ γὰρ ῥηματ…