Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Λύκτος, πόλις Κρήτης, ἀπὸ Λύκτου τοῦ Λυκάονος. ἔνιοι Λύττον αὐτὴν φασὶν διὰ τὸ κεῖσθαι ἐν μετεώρῳ τόπῳ. τὸ γὰρ ἄνω καὶ ὑψηλὸν λύττον φασί. τὸ ἐθνικὸν Λύκτιος, καὶ θηλυκὸν Λυκτηίς.
…λαβα μονογενῆ ἀπὸ τῆς 'οι' διφθόγγου ἀρχόμενα βαρύνεσθαι, ὁπότε πρὸ τῆς 'ος' συλλαβῆς σύμφωνον ἢ σύμφωνα ὑπάρχει— καὶ τὸ ἄρκτος καὶ πέκτος ὁ πόκος καὶ τὸ κάκτος. καὶ Λύκτος πόλις Κρήτης ἀπὸ Λύκτου τοῦ Λυκάονος· ἔνιοι δὲ Λύττον αὐτήν φασιν διὰ τὸ κεῖσθαι ἐν μετεώρῳ τόπῳ. τὸ γὰρ ἄνω καὶ ὑψηλὸν λύττον