Λυρνατία

Stephanos of Byzantium - Ethnika

Λυρνατία OCR ✓ Trans ✓ Confirmed ✓
other
Λυρνατία, χερρόνησος καὶ χωρίον Λυκίας. Ἀλέξανδρος ἐν δευτέρῳ περὶ Λυκίας. τὸ ἐθνικὸν Λυρνατιεύς, ὡς Οἰχαλία Οἰχαλιεύς. Ἀρκάδιος δὲ διὰ τῆς « ει » διφθόγγου.

Translation pending

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.50
char LCS 20 (15.9%) · word LCS 5 (22.7%)
Stephanos
Λυρνατία, χερρόνησος καὶ χωρίον Λυκίας. Ἀλέξανδρος ἐν δευτέρῳ περὶ Λυκίας. τὸ ἐθνικὸν Λυρνατιεύς, ὡς Οἰχαλία Οἰχαλιεύς. Ἀρκάδιος δὲ διὰ τῆς « ει » διφθόγγου.
Herodian
…ι Βοιωτοὶ πολλὴν ἴσασι τὴν 'ειρ' κατάληξιν, καθὸ παρ´ αὐτοῖς εἴωθε τὸ 'η' εἰς τὴν 'ει' δίφθογγον τρέπεσθαι· τὸ γὰρ πένης πένεις γράφουσι διὰ τῆς 'ει' διφθόγγου καὶ τὸ πατήρ καὶ μήτηρ παρ´ ἡμῖν μὲν διὰ τοῦ 'η', παρ´ αὐτοῖς δὲ διὰ τῆς 'ει' διφθόγγου. {1Περὶ τῶν εἰς 'ας' ὑπὲρ μίαν συλλαβήν.}1 Τὰ εἰς 'ας' ὑπὲρ μίαν συλλαβὴν ἐκτεταμένον ἔχοντα τὸ 'α' βαρύνεται καὶ περισπᾶται. καὶ βαρύνεται μὲν Αἴας Θόας, Ποίας, Δοίας, ἀφ´ οὗ Δοίαντος πεδίον Φρυγίας καὶ Δοιάντειον ἄλσο…
Herodian 1.110
char LCS 20 (15.9%) · word LCS 5 (22.7%)
Stephanos
Λυρνατία, χερρόνησος καὶ χωρίον Λυκίας. Ἀλέξανδρος ἐν δευτέρῳ περὶ Λυκίας. τὸ ἐθνικὸν Λυρνατιεύς, ὡς Οἰχαλία Οἰχαλιεύς. Ἀρκάδιος δὲ διὰ τῆς « ει » διφθόγγου.
Herodian
…'ι'. δῖος. Θρῖος ὄνομα τόπου. Γρῖος, Φθῖος ἥρως καὶ ἔθνος »Λοκροὶ καὶ Φθῖοι« (Il. Ν 686). λέγονται καὶ Φθῖες. Φλῖος ὁ Διόνυσος καὶ ὄνομα πόλεως, ὃ διφορεῖται κατὰ τὴν γραφήν, τινὲς μὲν γὰρ διὰ τοῦ 'ι' γράφουσι αὐτό, τινὲς δὲ διὰ τῆς 'ει' διφθόγγου. τὸ κριός ὁ ἐξέχων τῆς ποίμνης παρὰ τὸ κεκρίσθαι τὰς τρίχας σεσημείωται ὀξυνόμενον. τὸ δὲ Κρῖος ὄνομα Τιτᾶνος προπερισπῶσι πρὸς διαστολὴν τοῦ προσηγορικοῦ, ὁ δὲ Ἀρίσταρχος καὶ τὸ κύριον ὀξύνει. γράφεται δὲ διὰ τοῦ 'ι' τ…