Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Μαιανδρούπολις, Μαγνησίας πόλις, ὡς Φλέγων ἐν Ὀλυμπιάσι. τὸ ἐθνικὸν Μαιανδροπολίτης. εἰ δέ ἐστι Μαίανδρος ἡ πόλις, τὸ ἐθνικὸν Μαιάνδριος.
…ούπολις ἐλέγετο· ἔστι καὶ ἐν Φοινίκῃ. Θεόπολις ἐν Αἰγύπτῳ. Κνωπούπολις· οὕτως ἐκαλεῖτο Ἐρυθραί πόλις Ἰώνων ἀπὸ Κνώπου. Καρόπολις πόλις Καρίας. Ἀλέξανδρος Καρικῶν πρώτῳ. Κουρόπολις πόλις Καρίας. Ἀλέξανδρος Καρικῶν πρώτῳ. Μαιανδρούπολις Μαγνησίας πόλις ὡς Φλέγων ἐν Ὀλυμπιάσι. Μεγαλόπολις διὰ τὸ μέγεθος ἐκλήθη Ἀφροδισιάς πόλις Καρίας ἡ πρότερον Λελέγων πόλις. Μεγάλη πόλις, πόλις Ἀρκαδίας, καὶ Ἰβηρίας, ὡς Φίλων. Μιλητούπολις πόλις μεταξὺ Κυζίκου καὶ Βιθυνίας περὶ τὸν Ῥύνδακα. ἔστι καὶ ἄλλη ἐν…