Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Μαιῶται, ἔθνος Σκυθικὸν μέγιστον καὶ πολυάνθρωπον. καὶ τὸ θηλυκόν, ὡς Μαιῶτις λίμνη, ἥν φασι κληθῆναι ἀπὸ [τοῦ μαῖαν εἶναι] τοῦ Εὐξείνου πόντου. ἔστι καὶ μαιώτης ἰχθῦς τις. λέγεται καὶ κτητικὸν Μαιωτικός.
…νις» ὡς ἀπὸ Πειρήτης ἀρσενικοῦ, πρωθῆβις. Μάγνης Μαγνῆτις παρὰ Σοφοκλεῖ, Κουρής Κουρῆτις. Μασῆτις λίμνη, κώμη καὶ νῆσος. νησιώτης νησιῶτις, Ἀρδαλιῶτις, Ἑστιαιῶτις ἡ Θεσσαλικὴ μοῖρα. Ἰταλιῶτις. Μαιώτης ἔθνος Σκυθικὸν καὶ Μαιῶτις λίμνη, ἥν φασι κληθῆναι ἀπὸ τοῦ μαῖαν εἶναι τοῦ Εὐξείνου πόντου. Μαρεῶτις λίμνη. Μασσαλιῶτις, Πελασγιῶτις, Φθιῶτις. χωρὶς τῶν ἀπὸ τῆς κοίτης καὶ πωλῶ· ταῦτα γὰρ προπαροξύνονται, ἄκοιτις, παράκοιτις, ἀρτόπωλις, λαχανόπωλις, ἀλφιτόπωλις. τὸ μέντοι δολόμητις οὐκ ἔστι θηλυκόν, ἀλλὰ καὶ …
Μαιῶται, ἔθνος Σκυθικὸν μέγιστον καὶ πολυάνθρωπον. καὶ τὸ θηλυκόν, ὡς Μαιῶτις λίμνη, ἥν φασι κληθῆναι ἀπὸ [τοῦ μαῖαν εἶναι] τοῦ Εὐξείνου πόντου. ἔστι καὶ μαιώτης ἰχθῦς τις. λέγεται καὶ κτητικὸν Μαιωτικός.
ἀγροιώτης, μονώτης καὶ μονώστης. Μαιώτης ἔθνος Σκυθικὸν μέγιστον καὶ πολυάνθρωπον. ἔστι καὶ μαιώτης ἰχθῦς τις. Ἀραχώτης ποταμὸς Ἰνδικός, ὃς καὶ Ἀραχωτός. Ἀζειώτης ἔθνος τῆς Τρῳάδος, ὡς Ἑλλάνικος ἐν τοῖς περὶ Λυδίαν λέγει. ἔοικε δὲ τὸ πρωτότυπον Ἄζεια εἶναι, ἵν´ ᾖ ὡς Μάρεια Μαρειώτης, Ῥάφεια Ῥαφειώτης…