Μακεδονία

Stephanos of Byzantium - Ethnika

Μακεδονία OCR ✓ Trans ✓ Confirmed ✓
region
Μακεδονία, ἡ χώρα, ἀπὸ Μακεδόνος τοῦ Διὸς καὶ Θυίας τῆς Δευκαλίωνος, [ὥς φησιν Ἡσίοδος ὁ ποιητής ἡ δ´ ὑποκυσαμένη Διῒ γείνατο τερπικεραύνῳ υἷε δύω, Μάγνητα Μακηδόνα θ´ ἱππιοχάρμην, οἳ περὶ Πιερίην καὶ Ὄλυμπον δώματ´ ἔναιον. ἄλλοι δ´ ἀπὸ Μακεδόνος τοῦ Αἰόλου, ὡς Ἑλλάνικος ἱερειῶν πρώτῃ τῶν ἐν Ἄργει “καὶ Μακεδόνος [τοῦ] Αἰόλου οὕτω νῦν Μακεδόνες καλοῦνται, μόνοι μετὰ Μυσῶν τότε οἰκοῦντες”. λέγεται δὲ καὶ Μακεδονίας μοῖρα Μακετία ὡς Μαρσύας ἐν πρώτῳ Μακεδονικῶν “καὶ τὴν Ὀρεστείαν δὲ Μακετίαν λέγουσιν ἀπὸ τοῦ Μακεδόνος”. ἀλλὰ καὶ τὴν ὅλην Μακεδονίαν Μακετίαν οἶδεν ὀνομαζομένην Κλείδημος ἐν πρώτῳ Ἀτθίδος “καὶ ἐξῳκίσθησαν ὑπὲρ τὸν Αἰγιαλὸν ἄνω τῆς καλουμένης Μακετίας”.] τὸ ἐθνικὸν Μακεδών ὁμοφώνως τῷ κτιστῇ, κοινὸν τῷ γένει, καὶ Μακεδονίς θηλυκῶς, καὶ Μακεδών ἀντὶ τοῦ Μακεδονικός. λέγεται καὶ Μακεδόνιος καὶ Μακεδονικὴ ἡ χώρα. λέγεται καὶ Μακέτης ἀρσενικῶς καὶ Μακέτις γυνὴ καὶ Μάκεσσα ἐπιθετικῶς, ὡς Ἡρακλείδης, καὶ Μάκεττα διὰ δύο « ττ » καὶ δι´ ἑνὸς « τ ».

Translation pending

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.250
char LCS 57 (7.3%) · word LCS 13 (8.8%)
Stephanos
…κετίας”.] τὸ ἐθνικὸν Μακεδών ὁμοφώνως τῷ κτιστῇ, κοινὸν τῷ γένει, καὶ Μακεδονίς θηλυκῶς, καὶ Μακεδών ἀντὶ τοῦ Μακεδονικός. λέγεται καὶ Μακεδόνιος καὶ Μακεδονικὴ ἡ χώρα. λέγεται καὶ Μακέτης ἀρσενικῶς καὶ Μακέτις γυνὴ καὶ Μάκεσσα ἐπιθετικῶς, ὡς Ἡρακλείδης, καὶ Μάκεττα διὰ δύο « ττ » καὶ δι´ ἑνὸς « τ ».
Herodian
… τὸ πέπειρος πέπειρα. Τὰ εἰς 'σα' ὑπερδισύλλαβα παρεσχηματισμένα προπαροξύνεται, εἰ μὴ κατὰ συναλοιφὴν εἴη ἀπὸ ὀξυτόνων εἰς 'ης', δαφνήεσσα, φωνήεσσα, τιμήεσσα, ἐρώεσσα, χαρίεσσα. Μάγνης Μάγνησσα παρὰ Καλλιμάχῳ, Μακέτης Μάκεσσα ἐπιθετικῶς, ὡς Ἡρακλείδης, καὶ Μάκεττα διὰ δύο 'ττ' καὶ δι´ ἑνὸς 'τ'. τὸ δὲ τεχνῆσσα ἀπὸ τοῦ τεχνήεσσα. καὶ τὰ ἀπὸ ὀξυτόνων καὶ περισπωμένων εἰς 'ης', χερνής χερνῆσσα, ἀργῆς ἀργῆσσα καὶ Κρής Κρητός Κρῆσσα, θής θῆσσα. οὕτω καὶ Θρᾷξ Θρᾷσσα καὶ Θρᾷττα Ἀττικῶς καὶ ἀπὸ Θρᾴκης δούλη καὶ εἶδος…