Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Μάκρυες, ἔθνος Λιβύης. Ῥιανὸς δὲ Μάκριας διὰ τοῦ « ι » τούτους φησί.
…ρτυς ἥρως, ἀφ´ οὗ Γόρτυν πόλις Κρήτης, Δίρφυς ὄρος Εὐβοίας, ὡς Εὐφορίων, Κάπυς ὁ πατὴρ Ἀγχίσου. Λίγυς ἔθνος Ἰβηρικόν, Μάζυς ἔθνος Λιβύης νομαδικόν. Ἑκαταῖος περιηγήσει. εἰσὶ δὲ καὶ ἕτεροι Μάξυες καὶ ἕτεροι Μάχλυες. Μάκρυς ἔθνος Λιβύης. Ῥιανὸς δὲ Μάκριας διὰ τοῦ 'ι' τούτους φησί. Μίλυς ἔθνος. Μίλυες γὰρ καὶ Μιλύαι καλοῦνται οἱ πρότερον Σόλυμοι, ὡς Τιμαγένης ἐν πρώτῳ βασιλέων. Σάλλυς ἔθνος Λιγυστικὸν πολεμῆσαν Ῥωμαίοις, ὡς Χάραξ ἐν δεκάτῳ χρονικῶν. βότρυς· ἔστι δὲ καὶ πόλις Φοινίκης. Ἕρπυς, Ἅλυς…