Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Μαλιεύς, πόλις ἐπώνυμος τῶν Μαλιέων, ἀπὸ Μάλου τοῦ Ἀμφικτύονος υἱοῦ ἢ Ἀμύρου τοῦ Βοιωτοῦ. ὁ πολίτης Μαλιεύς. ἔστι καὶ Μαλιακὸς κόλπος. λέγεται καὶ Μαλεάτης. Ἀνδροτίων πέμπτῳ.
…ν, ἢ ἀπὸ Ἰουλίδος. Καφαρεύς ἐπίνειον Εὐβοίας, ὅστις Καθηρεύς ἐκαλεῖτο, ὅτι τοὺς πλέοντας ἐκεῖ καθῄρουν οἱ Εὐβοιεῖς. Λητωεύς δῆμος ἐν Ἀλεξανδρείᾳ, ὡς Τρύφων ἐν τῷ περὶ παρωνύμων, ὅτι παρὰ τὸ Λητῷος κτητικὸν σχηματίζεται. Μαλιεύς πόλις ἐπώνυμος τῶν Μαλιέων ἀπὸ Μάλου τοῦ Ἀμφικτύονος υἱοῦ ἢ Ἀμύρου τοῦ Βοιωτοῦ. Μωριεῖς ἔθνος Ἰνδικὸν ἐν ξυλίνοις οἰκοῦντες οἴκοις, ὡς Εὐφορίων. Ῥοπεῖς ἔθνος, οὗ μέμνηται Φαβωρῖνος ἐν ἐπιτομῇ δʹ τῆς Παμφίλης. Σαλγανεύς »μετὰ τὴν Χαλκίδα ἐστὶν ὁ Σαλγανεὺς συνάπτων τῷ Εὐρίπῳ«. Σχοινεύς ποταμὸς Ἀρκαδ…