Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Μαραθών, δῆμος τῆς Λεοντίδος φυλῆς. καὶ Μαραθώνιος καὶ Μαραθωνία καὶ Μαραθώνιον. τοπικὸν Μαραθωνόθεν, καὶ κτητικὸν Μαραθωνιακός.
…ων' ὑπὲρ δύο συλλαβὰς βαρύνεται, ὁπότε μὴ τόπου ἢ ὄρους ὄνομα ὑπάρχοι, ἢ διὰ τοῦ 'ντ' κλίνοιτο καὶ φυλάττει τὸ 'ω' τῆς εὐθείας, οἷον Φαέθων Φαέθοντος, Περιφλεγέθων Περιφλεγέθοντος, Κιναίθων, Ἀγάθων, ἐνοσίχθων. τὸ μέντοι Μαραθών δῆμος τῆς Λεοντίδος φυλῆς, Ἀργανθών ὄρος Μυσίας ἐπὶ τῇ Κίῳ ἀπὸ Ἀργανθώνης Ῥήσου γυναικός. λέγεται καὶ Ἀργανθώνη τὸ ὄρος—ἀκανθών ὀξύνεται. τὸ δὲ Ἱπποθῶν περισπᾶται φυλάττον τὸ 'ω' μέγα καὶ διὰ τοῦ 'ντ' κλινόμενον. σημαίνει δὲ τὸν ἀδελφὸν τοῦ Ἀλκα…
Μαραθών, δῆμος τῆς Λεοντίδος φυλῆς. καὶ Μαραθώνιος καὶ Μαραθωνία καὶ Μαραθώνιον. τοπικὸν Μαραθωνόθεν, καὶ κτητικὸν Μαραθωνιακός.
…ος, ὡς Παυσανίας ἐν πρώτῳ (c. 38, 4) «ἔστι καὶ Ἱπποθόωντος ἡρῷον, ἀφ´ οὗ τὴν φυλὴν ὀνομάζουσι καὶ πλησίον Ζάρηκος». Ζαύηξ ἔθνος Λιβύης. Ἡρόδοτος δʹ (c. 193). «Ζαύηκος ἔθνος» Ἑκαταῖος ἐν περιηγήσει Ἀσίας. πήληξ καὶ Πήληξ δῆμος τῆς Λεοντίδος φυλῆς καὶ ὁ δημότης.
Μαραθών, δῆμος τῆς Λεοντίδος φυλῆς. καὶ Μαραθώνιος καὶ Μαραθωνία καὶ Μαραθώνιον. τοπικὸν Μαραθωνόθεν, καὶ κτητικὸν Μαραθωνιακός.
… ἢ μετὰ ἑτέρου φωνήεντος ἐν διφθόγγῳ ἢ ἀνεκφωνήτῳ. καὶ ἀνεκφωνήτῳ μὲν οἷον Μίνως Μινωΐδης καὶ συναιρέσει Μινῴδης καὶ ἥρως Ἡρωΐδης καὶ Ἡρῴδης, ἐν διφθόγγῳ δὲ οἷον Περιθοίδης καὶ Περιθοῖδαι δῆμος Οἰνηΐδος φυλῆς, Χολλεῖδαι δῆμος τῆς Λεοντίδος φυλῆς. καὶ τὰ δὲ ἀπὸ τῶν εἰς 'ευς' ὄντα πατρωνυμικὰ πάντα διὰ τῆς 'ει' θέλουσι γράφεσθαι Πηλείδης, Ἀτρείδης, Αἰγείδης, Ὠρείδης. τὸ δὲ Ἀλκείδης ἀπὸ τοῦ Ἀλκαῖος τροπῇ τῆς 'αι' διφθόγγου εἰς τὴν 'ει'· ἔτι τὰ ἀπὸ τῶν εἰς 'ως' Ἀττικῶν …