Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Μάρεια, πόλις καὶ λίμνη τῇ Ἀλεξανδρείᾳ παρακειμένη, ἣ καὶ Μαρεῶτις λέγεται. ἀφ´ ἧς καὶ Μαρεώτης οἶνος.
…ωός. Λιρνύτεια πόλις Παμφυλίας. Ἑκαταῖος Ἀσίᾳ. Λυκώρεια κώμη ἐν Δελφοῖς. Καλλίμαχος ἐν τρίτῳ. ἀπὸ Λυκωρέως τοῦ βασιλέως. Λυσιμάχεια πόλις τῆς Θρᾴκης χερρονήσου ἡ πρότερον Καρδία. Μακύνεια πόλις Αἰτωλίας. Στράβων δεκάτῃ. Μάρεια πόλις καὶ λίμνη τῇ Ἀλεξανδρείᾳ παρακειμένη, ἣ καὶ Μαρεῶτις λέγεται. Μελάμπεια πόλις Λυδίας ἀπὸ Μελάμπου, ὡς Ξάνθος ἐν Λυδιακοῖς. Μίδεια πόλις ἐν Ἄργει ἀπὸ Μιδείας τῆς Ἀλωέος θυγατρός. λέγεται καὶ χωρὶς τοῦ 'ι' Μιδέα. ἔστι καὶ ἑτέρα πόλις Βοιωτίας. Ὅμηρος «οἵ τε πολυστάφυλον Ἄρνην ἔχον …