Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Μᾶρες, ἔθνος προσεχὲς τοῖς Μοσσυνοίκοις. Ἑκαταῖος Ἀσίᾳ.
…νον ὀξύνεται πλὴν τοῦ Θρᾷξ καὶ τοῦ βῶξ. Τὰ εἰς 'ρ' ἀρσενικὰ καὶ θηλυκὰ μονοσύλλαβα ὀξύνεται. Πάρ· τόπος δέ ἐστιν ἐν τῷ περὶ Θυρέᾳ, ἐν ᾧ ἐμαχήσαντο οἱ Ἀργεῖοι καὶ Λακεδαιμόνιοι. Κάρ· ἔστι δὲ ἔθνος ὁμονύμως τῷ κτίστῃ. Μάρ ἔθνος προσεχὲς τοῖς Μοσσυνοίκοις. Ἑκαταῖος Ἀσίᾳ. ψάρ· ἔστι δὲ εἶδος ὀρνέου· τοῦτο δὲ παρὰ τῷ ποιητῇ καὶ διὰ τοῦ 'α' εὑρίσκεται καὶ διὰ τοῦ 'η' οἷον »κολοιούς τε ψῆράς τε« (Π 583) καὶ »ψαρῶν νέφος ἔρχεται« (Ρ 755).