Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Μασσαλία, πόλις τῆς Λιγυστικῆς κατὰ τὴν Κελτικήν, ἄποικος Φωκαέων. Ἑκαταῖος Εὐρώπῃ. Τίμαιος δέ φησιν ὅτι προσπλέων ὁ κυβερνήτης καὶ ἰδὼν ἁλιέα ἐκέλευσε μάσσαι τὸ ἀπόγειον σχοινίον· μάσσαι γὰρ τὸ δῆσαί φασιν Αἰολεῖς· ἀπὸ γοῦν τοῦ ἁλιέως καὶ τοῦ μάσσαι ὠνόμασται. τὸ ἐθνικὸν Μασσαλιώτης καὶ Μασσαλιεύς καὶ Μασσαλία καὶ Μασσαλιῶτις γυνή.
…ραχῖνι. Θεσσαλία ἀπὸ Θεσσαλοῦ ἡ πρότερον Πελασγία. Παραλία τῆς Ἀττικῆς. Χαλία πόλις Βοιωτίας. Θεόπομπος μεʹ «τὴν δὲ Χαλίαν καὶ τὴν καλουμένην Ὑρίαν, ἥ περ ἐστὶν ἐφεξῆς ἐκείνης, τῆς Βοιωτίας....» Μαιναλία πόλις Γαλατίας. Μασσαλία πόλις τῆς Λιγυστικῆς κατὰ τὴν Κελτικήν, ἄποικος Φωκαέων. Ἑκαταῖος Εὐρώπῃ. Τίμαιος δέ φησιν ὅτι προσπλέων ὁ κυβερνήτης καὶ ἰδὼν ἁλιέα ἐκέλευσε μάσσαι τὸ ἀπόγειον σχοινίον· μάσσαι γὰρ τὸ δῆσαί φασιν Αἰολεῖς· ἀπὸ γοῦν τοῦ ἁλιέως καὶ τοῦ μάσσαι ὠνόμασται. Κασταλία πόλις Κιλικίας. Ἀλλαλία πόλις ἐν Κύρνῳ τῇ νήσῳ κτίσμα Φωκαέων, ὡς Ἡρόδοτος (I 165). Παυταλία μοῖρα Θρᾴκης. εἰ δὲ μὴ οὕτως, ὀξύνεται, ἀμυγδαλιά, φυταλιά, λαλιά, καλιά. τὸ δὲ ἀσπαλία ἡ ἁλεία βαρύνεται. Τὰ εἰς 'α…