Stephanos of Byzantium - Ethnika
Mastaura: a city of Lydia, from Ma. Ma followed Rhea, to whom Zeus gave Dionysos to rear. And Ma, asked by Hera whose the infant was, said Ares'. And among the Karians Dionysos was thence called Masaris. Rhea too was called Ma, and a bull was sacrificed to her among the Lydians, from which the city. A river called Chrysaoras flows the middle of the city. The ethnonym Mastaureus as 'Pegaseus'. Mastaurites is also said.
External translation supplied by Brady Kiesling; reported Claude Fable 5.5 translation. Credit: Brady Kiesling and the Stephanos project (Greg Baker, Gabriel Jower, Greta Hawes, Brady Kiesling). Not individually verified; exact Greek input not supplied.
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Μάσταυρα, πόλις Λυδίας, ἀπὸ Μᾶς. Μᾶ δὲ τῇ Ῥέᾳ εἵπετο, ᾗ παρέδωκε Ζεὺς Διόνυσον τρέφειν. καὶ ἡ Μᾶ παρὰ τῆς Ἥρας ἐρωτηθεῖσα τίνος εἴη τὸ βρέφος, Ἄρεος ἔφη. καὶ παρὰ Καρσὶν ὁ Διόνυσος Μάσαρις ἔνθεν ἐκλήθη. ἐκαλεῖτο δὲ καὶ ἡ Ῥέα Μᾶ καὶ ταῦρος αὐτῇ ἐθύετο παρὰ Λυδοῖς, ἀφ´ ἧς ἡ πόλις. ποταμὸς δὲ [διὰ] μέσης τῆς πόλεως ῥεῖ Χρυσαόρας λεγόμενος. τὸ ἐθνικὸν Μασταυρεύς ὡς Πηγασεύς. εἴρηται καὶ Μασταυρίτης.
…ῷ Πόντῳ, ὡς Ἀρριανός. Ἀννίχωρον. μέμνηται Ἀλκμάν. Μαινόβωρα πόλις Μαστιηνῶν. Ἑκαταῖος Εὐρώπῃ. Ἄσσωρον ὄρος Σάμου, ὅθεν ῥεῖ ὁ Ἀμφίλυσος. Εὐφορίων Ἀρτεμιδώρῳ »δαῖμον ὃς Ἀμφιλύσοιο ῥόον....« Ἴσαυρα πόλις, Χάραξ δὲ θηλυκῶς. Μάσταυρα πόλις Λυδίας, ἀπὸ Μᾶς. Μᾶ δὲ τῇ Ῥέᾳ εἵπετο, ᾗ παρέδωκε Ζεὺς Διόνυσον τρέφειν. καὶ ἡ Μᾶ παρὰ τῆς Ἥρας ἐρωτηθεῖσα, τίνος εἴη τὸ βρέφος, Ἄρεος ἔφη. καὶ παρὰ Καρσὶν ὁ Διόνυσος Μάσαρις ἔνθεν ἐκλήθη. ἐκαλεῖτο δὲ καὶ ἡ Ῥέα Μᾶ καὶ ταῦρος αὐτῇ ἐθύετο παρὰ Λυδοῖς, ἀφ´ ἧς ἡ πόλις. Ἄνδειρα πόλις
Μάσταυρα, πόλις Λυδίας, ἀπὸ Μᾶς. Μᾶ δὲ τῇ Ῥέᾳ εἵπετο, ᾗ παρέδωκε Ζεὺς Διόνυσον τρέφειν. καὶ ἡ Μᾶ παρὰ τῆς Ἥρας ἐρωτηθεῖσα τίνος εἴη τὸ βρέφος, Ἄρεος ἔφη. καὶ παρὰ Καρσὶν ὁ Διόνυσος Μάσαρις ἔνθεν ἐκλήθη. ἐκαλεῖτο δὲ καὶ ἡ Ῥέα Μᾶ καὶ ταῦρος αὐτῇ ἐθύετο παρὰ Λυδοῖς, ἀφ´ ἧς ἡ πόλις. ποταμὸς δὲ [διὰ] μέσης τῆς πόλεως ῥεῖ Χρυσαόρας λεγόμενος. τὸ ἐθνικὸν Μασταυρεύς ὡς Πηγασεύς. εἴρηται καὶ Μασταυρίτης.
(v. 95) »καὶ Λᾶν περήσεις«. ταύτην δὲ διαλύσας Ὅμηρός φησιν (Β 585) »οἵ τε Λάαν εἶχον ἠδ´ Οἴτυλον ἀμφενέμοντο«. κεῖται δὲ ἐπὶ πέτρας ὑψηλῆς, διὸ Λᾶ καλεῖται. Μᾶ, ἣ τῇ Ῥέᾳ εἵπετο. ἐκαλεῖτο δὲ καὶ ἡ Ῥέα Μᾶ. * Τὰ εἰς 'η' μονοσύλλαβα ἐκ συναιρέσεως περισπᾶται, μόνη δὲ ἡ γῆ κοινὴ συνήθης, τὸ γὰρ Ῥῆ ἡ Ῥέα ἴδιόν ἐστι τοῦ Συρίου καὶ οὐ πᾶσιν ἴσως ἢ καὶ Ἀττικοῖς γνωστόν· τὸ δὲ πλῆ εἰρημένον παρὰ Διογένει τῷ Ἀπολλωνιάτῃ ἀντὶ τοῦ …