Stephanos of Byzantium - Ethnika
Translation pending
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Μέγαρα, πόλις περὶ τὸν Ἰσθμόν, μέση Πελοποννήσου καὶ Ἀττικῆς καὶ Βοιωτίας, ἧς ἐπίνειον ἡ Νίσαια. ἐκλήθη δὲ ἀπὸ Μεγαρέως τοῦ Ἀπόλλωνος ἢ τοῦ Αἰγέως τοῦ Πανδίονος τοῦ Ἐρεχθέως τοῦ Ἡφαίστου, ἢ διὰ τὸ τραχὺ τῆς χώρας. ὁ πολίτης Μεγαρεύς. ἀφ´ ὧν Θέογνις ὁ τὰς παραινέσεις γράψας. ἦν δὲ σχολὴ φιλοσόφων Μεγαρικῶν λεγομένη, διαδεξαμένων Εὐκλείδην Μεγαρέα Σωκρατικόν, ὡς Στράβων ἐνάτῃ. τὸ θηλυκὸν ἐπὶ τῆς χώρας Μεγαρίς καὶ Μεγαρηίς. καὶ κτη…
… ἀπὸ τοῦ πλευρά μεταπλασσόμενον τὸν αὐτὸν τόνον φυλάσσει ὡς καὶ πυρά ἀπὸ τοῦ πυραί. τὸ δὲ νεῦρα διάφορον τοῦ νευραί ἔχει σημαινόμενον. Τὰ εἰς 'ρον' ὑπερδισύλλαβα παραληγόμενα τῷ 'α' ἢ τῷ 'ε' βαρύνεται, μέγαρον· ἔστι καὶ Μέγαρα πόλις περὶ τὸν Ἰσθμόν, μέση Πελοποννήσου καὶ Ἀττικῆς καὶ Βοιωτίας, ἧς ἐπίνειον ἡ Νίσαια. ἐκλήθη δὲ ἀπὸ Μεγαρέως τοῦ Ἀπόλλωνος ἢ τοῦ Αἰγέως τοῦ Πανδίονος τοῦ Ἐρεχθέως τοῦ Ἡφαίστου ἢ διὰ τὸ τραχὺ τῆς χώρας. ἔστι καὶ Μέγαρα ἐν Θετταλίᾳ. τρίτη ἐν Πόντῳ. τετάρτη ἐν Ἰλλυρίδι, πέμπτη ἐν Μολοσσίδι, ἕκτη ἐν Σικελίᾳ ἡ πρότερον Ὕβλη ἀπὸ Ὕβλωνος βασιλέως. βλέφαρον, γάργαρον· ἔστι καὶ Γάργαρα πόλις τῆς Τρῳάδος ἐπὶ τῇ ἄκρᾳ τῆς Ἴδης, …