Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Μέδμη, πόλις Ἰταλίας καὶ κρήνη ὁμώνυμος. Ἑκαταῖος Εὐρώπῃ. ἀπὸ Μέδμης κόρης τινός. ὁ πολίτης Μεδμαῖος. ὅθεν ἦν Φίλιππος ἀξιόλογος ἀνὴρ ὁ περὶ ἀνέμων γεγραφώς. ἔστι καὶ ἑτέρα πόλις τῆς Λιγυστικῆς. ἐθνικὸν Μεδμαῖος.
… ὀξύνει, ὡς δηλοῖ καὶ ὁ κωμικὸς ἐν τῷ »οὔτοι ἀφεστήκασι πλεῖν ἢ δύο δοχμά«. ἐν μέντοι, φησί, τοῖς ἀκριβεστέροις ἀντιγράφοις ὀξεῖα ἐπίκειται τῇ πρώτῃ συλλαβῇ κατὰ τὸ λόχμη, λόγχη, ὄχθη, ὄχνη. τὸ δὲ Μέδμη κόρη τις, ἀφ´ ἧς πόλις Ἰταλίας καὶ κρήνη ὁμώνυμος, Ἑκαταῖος Εὐρώπῃ, κύριόν ἐστι, μεθ´ οὗ καὶ Ἀλύχμη τρισύλλαβον, ἐν ᾗ τιμᾶται Ἀλύχμιος Ἑρμῆς. τὸ μέντοι χάσμη βαρύνεται δασὺ ἔχον τὸ σύμφωνον. Τὰ εἰς 'μη' ἔχοντα σύμφωνον κατὰ διάστασιν βαρύνεται, τόλμη, ἅλμη, χάρμη, σκάλμη, θέρμη. ἔστι κ…