Μελαιναί

Stephanos of Byzantium - Ethnika

Μελαιναί OCR ✓ Trans ✓ Confirmed ✓
city
Μελαιναί, πόλις Ἀρκαδίας, ἀπὸ Μελαινέως τοῦ Λυκάονος, ὡς Παυσανίας. ὁ πολίτης Μελαινεύς, ὡς τῆς Ἡραίας Ἡραιεύς. Ῥιανὸς ἐν Ἠλιακῶν πρώτῳ “Γόρτυν´ Ἥραιάν τε πολυδρύμους τε Μελαινάς”. εἰσὶ δὲ καὶ Λυκίας Μελαιναί πόλις, ὡς Ἀλέξανδρος Λυκιακοῖς. δύναται τὸ ἐθνικὸν Μελαινίτης ὡς Κελαινίτης.

Translation pending

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.250
char LCS 105 (45.3%) · word LCS 19 (46.3%)
Stephanos
Μελαιναί, πόλις Ἀρκαδίας, ἀπὸ Μελαινέως τοῦ Λυκάονος, ὡς Παυσανίας. ὁ πολίτης Μελαινεύς, ὡς τῆς Ἡραίας Ἡραιεύς. Ῥιανὸς ἐν Ἠλιακῶν πρώτῳ “Γόρτυν´ Ἥραιάν τε πολυδρύμους τε Μελαινάς”. εἰσὶ δὲ καὶ Λυκίας Μελαιναί πόλις, ὡς Ἀλέξανδρος Λυκιακοῖς. δύναται τὸ ἐθνικὸν Μελαινίτης ὡς Κελαινίτης.
Herodian
…οίως δὲ καὶ τὸ ταρφειαί. Τὰ εἰς 'να' συνεσταλμένον ἔχοντα τὸ 'α' ἀπὸ τῆς γενικῆς τοῦ ἀρσενικοῦ σχηματιζόμενα προπαροξύνεται, μέλανος μέλαινα· τὸ δὲ Μελαιναί πόλις Ἀρκαδίας ὀξύνεται· ἀπὸ Μελανέως τοῦ Λυκάονος, ὡς Παυσανίας ( 8, 26, 8). Ῥιανὸς ἐν Ἠλιακῶν πρώτῳ »Γόρτυν´ Ἥραιάν τε πολυδρύμους τε Μελαινάς«. εἰσὶ δὲ καὶ Λυκίας Μελαιναί πόλις, ὡς Ἀλέξανδρος Λυκιακοῖς. καὶ Καλλίμαχος Μελαινάς φησι Μελαινεῖς τὸν δῆμον τῆς Ἀντιοχίδος φυλῆς ἐν Ἑκάλῃ. τάλανος τάλαινα, Λάκων Λάκαινα, δράκων δράκαινα, θεράπαινα, θέαινα, λέαινα. Ἔτι τὰ εἰς 'ρα' βραχὺ παρεσχηματισμένα, σωτήρ σώτειρα. ἔστι κα…