Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Μελανίππιον, πόλις Παμφυλίας. Ἑκαταῖος Ἀσίᾳ. τινὲς δὲ Λυκίας φασί. τὸ ἐθνικὸν Μελανιππεύς καὶ Μελανίππιος.
ἐπιτιθέμενον τοῖς ἵπποις δέρμα ἀνὰ τὰς ὄψεις. εἰσώπιον, Μεσσάπιον ὄρος Εὐβοίας ἀπὸ Μεσσάπου τοῦ μετοικήσαντος εἰς Ἰταλίαν. Μελανίππιον πόλις Παμφυλίας. Ἑκαταῖος Ἀσίᾳ, τινὲς δὲ Λυκίας φασί. Ἐλλόπιον πόλις Αἰτωλίας. Πολύβιος ιαʹ. Τριόπιον πόλις Καρίας ἀπὸ Τριόπου τοῦ πατρὸς Ἐρυσίχθονος. λέγεται καὶ Τριοπία. Αἰθόπιον χωρίον Λυδίας παρὰ Ὕλλῳ ἢ πλησίον τοῦ Εὐρίπου, ἀφ´ οὗ ἡ Ἄρτεμις Αἰθοπία. οἱ δὲ ὅτι παρὰ τοῖ…