Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Μέλισσα, πόλις Λιβύων. Ἑκαταῖος Ἀσίᾳ. ὁ οἰκήτωρ Μελισσαῖος. ἡ χώρα Μελισσαία. ἔστι καὶ ἐν Κυζίκῳ κώμη Μέλισσα, τὸ ἐθνικὸν Μελισσηνός ὡς Κυζικηνός.
…ὄρος ἀπὸ Τιλφώσσης νύμφης. γράφεται καὶ δι´ ἑνὸς 'σ'. μέλισσα καὶ Μέλισσα θυγάτηρ Ἐπιδάμνου, ἧς καὶ τοῦ Ποσειδῶνος ὁ Δυρράχιος. ἀφ´ ἧς ἔστιν ἐν Ἐπιδάμνῳ τόπος Μελισσώνιος, ἔνθα Ποσειδῶν αὐτῇ συνῆλθεν, ὡς Φίλων. ἔστι καὶ Μέλισσα πόλις Λιβύων. Ἑκαταῖος Ἀσίᾳ. καὶ ἐν Κυζίκῳ κώμη Μέλισσα. Ἄμφισσα πόλις Ὀζολῶν Λοκρῶν. ἔστι δὲ παραγωγὴ ἐκ τῆς ἀμφί ὡς ἐκ τῆς ἀντί Ἄντισσα· ἔστι δὲ πόλις Λέσβου ἐφεξῆς τῷ Σιγρίῳ ἀπὸ τῆς Ἀντίσσης τῆς Μάκαρος θυγατρός, ἐν τοῖς Φίλωνος. ἔστι καὶ νῆσος…