Μελίταια

Stephanos of Byzantium - Ethnika

Μελίταια OCR ✓ Trans ✓ Confirmed ✓
city
Μελίταια, πόλις Θετταλίας. Ἀλέξανδρος Ἀσίᾳ. Θεόπομπος δὲ Μελίτειαν αὐτήν φησιν. ὁ πολίτης Μελιταιεύς. Ἔφορος λʹ “οἱ δὲ τύραννοι τῶν Φερῶν καὶ Μελιταιεῖς φίλοι πρότερον ὑπάρχοντες”. Μελίτεια Φίλων οὕτω γράφει, τὰ αὐτὰ πράγματα τῇ εἰρημένῃ προσάπτων. τὸ ἐθνικὸν Μελιτεύς.

Translation pending

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.272
char LCS 49 (22.3%) · word LCS 7 (18.4%)
Stephanos
Μελίταια, πόλις Θετταλίας. Ἀλέξανδρος Ἀσίᾳ. Θεόπομπος δὲ Μελίτειαν αὐτήν φησιν. ὁ πολίτης Μελιταιεύς. Ἔφορος λʹ “οἱ δὲ τύραννοι τῶν Φερῶν καὶ Μελιταιεῖς φίλοι πρότερον ὑπάρχοντες”. Μελίτεια Φίλων οὕτω γράφει, τὰ αὐτὰ πράγματα τῇ εἰρημένῃ προσάπτων. τὸ ἐθνικὸν Μελιτεύς.
Herodian
…, αἳ Ὕβλαι λέγονται. Κάθαια πόλις Ἰνδική. Κυναίθαια πόλις Ἀρκαδίας, ἣ καὶ Κύναιθα λέγεται. Λύκαια πόλις Ἀρκαδίας. Θεόπομπος πεντηκοστῷ ἕκτῳ. παρὰ δὲ Μενελάῳ Λύκαιθα μετὰ τοῦ 'θ'. Μάργαια πόλις Ἠλείας. Μελίταια πόλις Θεσσαλίας. Ἀλέξανδρος Ἀσίᾳ. Θεόπομπος δὲ Μελίτειαν αὐτήν φησιν. καὶ Μελίτεια Φίλων γράφει. Νίναια πόλις Οἰνωτρῶν. Ἑκαταῖος Εὐρώπῃ. Νίσαια ἐπίνειον Μεγαρίδος. καὶ αὐτὴ ἡ Μεγαρίς. ἀπὸ Νίσου τοῦ Πανδίονος. Ἑλλάνικος ἐν Ἱερειῶν πρώτῃ.... καὶ ἐν τῇ δευτέρᾳ «καὶ Νίσαιάν τε εἷλε καὶ Νῖσον…