Μελίτη

Stephanos of Byzantium - Ethnika

Μελίτη OCR ✓ Trans ✓ Confirmed ✓
island
Μελίτη, νῆσος μεταξὺ Ἠπείρου καὶ Ἰταλίας, ὅθεν τὰ κυνίδια Μελιταῖά φασιν. ὁ οἰκήτωρ Μελιταῖος. ἔστι καὶ πόλις ἄποικος Καρχηδονίων, καὶ δῆμος Οἰνηίδος φυλῆς. ὁ δημότης Μελιτεύς. τὰ τοπικὰ εἰς Μελίτην ἐκ Μελίτης καὶ ἐν Μελίτῃ.

Translation pending

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.343
char LCS 52 (28.6%) · word LCS 9 (25.7%)
Stephanos
Μελίτη, νῆσος μεταξὺ Ἠπείρου καὶ Ἰταλίας, ὅθεν τὰ κυνίδια Μελιταῖά φασιν. ὁ οἰκήτωρ Μελιταῖος. ἔστι καὶ πόλις ἄποικος Καρχηδονίων, καὶ δῆμος Οἰνηίδος φυλῆς. ὁ δημότης Μελιτεύς. τὰ τοπικὰ εἰς Μελίτην ἐκ Μελίτης καὶ ἐν Μελίτῃ.
Herodian
…τελετή, βιοτή. τὸ δὲ μελέτη παροξύνεται σύνθετον ὂν παρὰ τὸ μέλειν καὶ ἐτεὸν τὸ ἀληθές. Τὰ εἰς 'τη' παραληγόμενα τῷ 'ι' ὑπερδισύλλαβα κύρια ὄντα βαρύνεται, Μελίτη ἡ Αἰγαίου τοῦ ποταμοῦ καὶ νῆσος μεταξὺ Ἠπείρου καὶ Ἰταλίας. ἔστι καὶ πόλις ἄποικος Καρχηδονίων καὶ δῆμος Οἰνηΐδος φυλῆς. Ἀμφιτρίτη, Ἀφροδίτη. τὸ δὲ λιτή δισύλλαβον ὀξύνεται ὡς καὶ Λιταί πόλις Λακωνική. τὸ δὲ Τρίτη πόλις περὶ τὰς Ἡρακλείας στήλας βαρύνεται ἐπιθετικὸν ὄν. Τὰ εἰς 'τη' πρὸ τέλους ἔχοντα τὸ 'υ' ὀξύνεται, ἀϋτή ἡ βοή, πινυτή τὸ…