Μέμνονες

Stephanos of Byzantium - Ethnika

Μέμνονες OCR ✓ Trans ✓ Confirmed ✓
people
Μέμνονες, ἔθνος Αἰθιοπικόν, ὃ ἑρμηνεύεται, ὡς ὁ πολυίστωρ φησίν, ἀγρίους τινὰς ἢ μαχίμους καὶ χαλεπούς.

Memnones: an Ethiopian people, which is interpreted, as the polymath says, as 'some sort of wild people' or 'warlike and harsh'.

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.33
char LCS 76 (90.5%) · word LCS 14 (93.3%)
Stephanos
Μέμνονες, ἔθνος Αἰθιοπικόν, ὃ ἑρμηνεύεται, ὡς ὁ πολυίστωρ φησίν, ἀγρίους τινὰς ἢ μαχίμους καὶ χαλεπούς.
Herodian
…οῦ 'χ' εἰς 'κ' Λακεδαίμονα. ἔστι δὲ καὶ ἑτέρα Λακεδαίμων Κύπρου μεσόγειος. ὀλβιοδαίμων, Παλαίμων. Τὰ εἰς 'νων' ἔχοντα σύμφωνον ἐν ἐπιπλοκῇ ἢ κατὰ διάστασιν, εἰ μὴ ἐπὶ πόλεως εἴη ἢ περιεκτικά, βαρύνεται, Μέμνων, ἔστι καὶ ἔθνος Αἰθιοπικόν, ὃ ἑρμηνεύεται, ὡς ὁ πολυίστωρ φησίν, ἀγρίους τινὰς ἢ μαχίμους καὶ χαλεπούς. Δάφνων, Ἅγνων. Σέννων ἔθνος Γαλατικόν. τὸ Κραννών ὡς ἐπὶ πόλεως ὀξύνεται· ἔστι δὲ πόλις τῆς Θεσσαλίας τῆς Πελασγιώτιδος ἐν τοῖς Τέμπεσιν, ὡς Ἑκαταῖος Εὐρώπῃ. ἔστι καὶ ἄλλη πόλις Ἀθαμανίας ἀπὸ Κραννῶνος τοῦ Πελασγοῦ. κα…