Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Μένουθις, Αἰγυπτία κώμη πρὸς τῷ Κανώβῳ. καὶ νῆσος Αἰθιοπίας Μενουθιάς· τὸ ἐθνικὸν Μενουθίτης τοῦ Μένουθις διὰ τὸν τῆς χώρας χαρακτῆρα, τοῦ δὲ Μενουθιάς Μενουθιεύς.
…ς, κολοκυνθίς, ἀγαθίς. Ἠμαθίς χώρα ἡ νῦν Μακεδονία. Ἀσπαλαθίς νῆσος Λυκίας. λέγεται οὕτω διὰ τὰς ἐν αὐτῇ πεφυκυίας ἀσπαλάθους. Ἀψυνθίς χώρα. Ἐρυμανθίς, Οἰανθίς, Τιρυνθίς, Παρνηθίς, Πεπαρηθίς. τὸ δὲ Ταμίαθις καὶ Μένουθις κώμη πρὸς τῷ Κανώβῳ καὶ Τερένουθις, Θέρμουθις, Ἔλβονθις πόλις μεταξὺ Αἰγύπτου καὶ Κυρήνης, Φενέβηθις, Ἕρμωνθις πόλεις Αἰγύπτου βαρύνονται. Τὰ εἰς 'κις' δισύλλαβα ὀξύνεται, Φωκίς χώρα περὶ τὸν Παρνασόν. Ἑκαταῖος Εὐρώπῃ. ἀπὸ Φώκου τινός. κερκίς,…