Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Μέντυρνα, πόλις ἐν Ἰταλίᾳ Σαυνιτῶν. Διονύσιος ἑκκαιδεκάτῳ. τὸ ἐθνικὸν Μεντυρναῖος.
…Μηκύβερνα πόλις Παλλήνης τῆς ἐν Θρᾴκῃ χερρονήσου. Ἑκαταῖος Εὐρώπῃ. Ἐλεύθερνα πόλις Κρήτης ἀφ´ ἑνὸς τῶν Κουρήτων. Κάλαρνα πόλις Μακεδονίας, ὡς Λούκιος ὁ Ταρραῖος. Σάμορνα· οὕτως ἡ Ἔφεσος ἐκαλεῖτο. Φαλάσαρνα πόλις Κρήτης. Μέντυρνα πόλις ἐν Ἰταλίᾳ Σαυνιτῶν. Διονύσιος ἑκκαιδεκάτῳ. Ἱεράπυτνα πόλις Κρήτης. * Τὰ εἰς 'ννα' προπαροξύνεται, Φάλαννα πόλις Περραιβίας ἀπὸ Φαλάννης τῆς Τυροῦς θυγατρός. Λυκόφρων (v. 906) »Γόννον Φάλανναν ἠδ´ Ὀλοσσόνων γύας«. Ἑκαταῖος ἱστοριῶν αʹ Ἱππίαν αὐτὴν καλεῖ καὶ Ἔφορ…