Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Μεταγώνιον, πόλις Λιβύης. Ἑκαταῖος Ἀσίᾳ. θηλυκῶς δὲ ταύτην φασί. τὸ ἐθνικὸν Μεταγωνίτης.
…κωδώνιον, χελώνιον, ὀψώνιον, χιτώνιον, τριβώνιον, πωγώνιον, Πλατώνιον, Ἱππώνιον πόλις Βρεττίων, ἀπὸ ἥρωος. Ἀσκαλώνιον. καὶ οὕτως λέγεται ἡ πόλις Ἀσκάλων. Πανιώνιον τέμενος καὶ πόλις ἐν τῇ παραλίᾳ τῶν Ἐφεσίων καὶ Σαμίων. Μεταγώνιον πόλις Λιβύης. Ἑκαταῖος Ἀσίᾳ. θηλυκῶς δὲ ταύτην φασί. Θεμισώνιον χωρίον Φρυγίας. Ἀρτεμίδωρος. Λαμπώνιον πόλις Τρῳάδος. Ἑλλάνικος, Ἑκαταῖος δὲ Ἀσίᾳ Λαμπώνειαν αὐτήν φησι. Θηγώνιον πόλις Θεσσαλίας. Ἑλλάνικος πρώτῃ Δευκαλιωνείας. Κυτώνιον πόλις μεταξὺ Μυσίας καὶ Λυδίας. Θεόπ…