Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Μεταπόντιον, πόλις Ἰταλίας, ἡ πρότερον Σῖρις ἀπὸ Μετάβου τοῦ Σισύφου τοῦ Αἰόλου· τὸν γὰρ Μετάποντον οἱ βάρβαροι Μέταβον ἔλεγον. ὁ πολίτης Μεταποντῖνος. ἀφ´ οὗ Φίλων ὁ αὐλητὴς καὶ ποιητής. λέγεται καὶ Μεταπόντιος ὡς Βυζάντιος. καὶ Μεταποντίνη.
…Σαυνιτῶν ἐν Ἰταλίᾳ. λεόντιον, δρακόντιον, ἀκόντιον. ἔστι καὶ Ἀκόντιον πόλις Ἀρκαδίας ἀπὸ Ἀκοντίου τοῦ Λυκάονος. ἔστι καὶ ἑτέρα Εὐβοίας, ὡς Ξεναγόρας καὶ Ἀνδροτίων ὀγδόῃ. ὀδόντιον ἡ βοτάνη καὶ τὸ τοῦ στόματος. γερόντιον, Μεταπόντιον πόλις Ἰταλίας ἡ πρότερον Σῖρις ἀπὸ Μετάβου τοῦ Σισύφου τοῦ Αἰόλου. τὸν γὰρ Μετάποντον οἱ βάρβαροι Μέταβον ἔλεγον. Ἱερόντιον ἡ πόλις. Δυσπόντιον πόλις Πισαίας, ἀπὸ Δυσπόντου τοῦ Πέλοπος, παρὰ τὴν ὁδὸν τὴν ἐξ Ἤλιδος εἰς Ὀλυμπίαν. Μαμέρτιον πόλις Ἰταλίας. Λαφύστιον. * Τὰ διὰ τοῦ 'φιον' οὐδέτερα μονογενῆ προπαροξύνεται, ζωΰφιον, δενδρ…