Stephanos of Byzantium - Ethnika
Myous: a city of Ionia, as Philo and Apollodoros in book 1 of his Chronika. Strabo, book 12: 'the area around Magnesia and Myous'. The ethnonym is 'Myousios'.
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Μυοῦς, πόλις Ἰωνίας, ὡς Φίλων καὶ Ἀπολλόδωρος ἐν αʹ χρονικῶν. Στράβων ιβʹ “τὸ περὶ Μαγνησίαν καὶ Μυοῦντα”. τὸ ἐθνικὸν Μυούσιος.
…( 3, 3). ἔστι καὶ ἄλλη πλησίον τοῦ Ἀραβικοῦ κόλπου. Σολοῦς πόλις Σικελίας, ὡς Ἑκαταῖος Εὐρώπῃ. ἐκλήθη δὲ ἀπὸ Σολοῦντος κακοξένου, ὃν ἀνεῖλεν Ἡρακλῆς. Πηλοῦς νῆσος περὶ Χίον. Ὀλοῦς πόλις Κρήτης. Ξενίων ἐν τοῖς Κρητικοῖς. Μυοῦς πόλις Ἰωνίας, ὡς Φίλων καὶ Ἀπολλόδωρος ἐν αʹ χρονικῶν. Στράβων ιβʹ »τὸ περὶ Μαγνησίαν καὶ Μυοῦντα«. Ἰπνοῦς χωρίον ἐν Σάμῳ. Οἰκοῦς Καρίας πόλις. Πεσσινοῦς πόλις Γαλατίας ἀπό τινος Γάλλου Πεσσινοῦντος· τινὲς δὲ ἀπὸ πηγῆς ῥεούσης τοῦ λόφου τοῦ ἐν ᾧ ἐτάφη ὁ Μαρσύας. Σιδοῦς κώμη Κορίνθου ἢ Μεγαρίδος ἐπίνειον· ἔστι καὶ πε…