Νίκαια

Stephanos of Byzantium - Ethnika

Νίκαια OCR ✓ Trans ✓ Confirmed ✓
city
Νίκαια, πόλις Βιθυνίας, Βοττιαίων ἄποικος. ἐκαλεῖτο δὲ πρότερον Ἀγκώρη εἶτα Ἀντιγόνεια· ὕστερον δὲ ἀπὸ τῆς Λυσιμάχου γυναικὸς Νίκαια μετεκλήθη. δευτέρα τῶν Ἐπικνημιδίων Λοκρῶν. τρίτη ἐν Ἰλλυρίδι. τετάρτη ἐν Ἰνδοῖς. πέμπτη ἐν Κύρνῳ τῇ νήσῳ. ἕκτη ἐν Λεύκτροις τῆς Βοιωτίας. ἑβδόμη Κελτικῆς, Μασσαλιωτῶν ἄποικος. ὀγδόη Θρᾴκης. εἰσὶ δὲ καὶ ἄλλαι. ἢ παρὰ Θερμοπύλας καὶ Θρᾴκην. λέγεται δὲ προπαροξυτόνως. εἰ δ´ ἔστι νικαῖος, τὸ θηλυκὸν νικαία. ὁ πολίτης Νικαιεύς καὶ Νικαεύς διχῶς. ἐξ αὐτῆς Ἰσίγονος καὶ Ἀσκληπιάδης καὶ Παρθένιος καὶ Ἀπολλωνίδης καὶ Ἐπιθέρσης γραμματικὸς γράψας περὶ λέξεων ἀττικῶν καὶ κωμικῶν καὶ τραγικῶν.

Translation pending

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.272
char LCS 280 (55.0%) · word LCS 49 (54.4%)
Stephanos
Νίκαια, πόλις Βιθυνίας, Βοττιαίων ἄποικος. ἐκαλεῖτο δὲ πρότερον Ἀγκώρη εἶτα Ἀντιγόνεια· ὕστερον δὲ ἀπὸ τῆς Λυσιμάχου γυναικὸς Νίκαια μετεκλήθη. δευτέρα τῶν Ἐπικνημιδίων Λοκρῶν. τρίτη ἐν Ἰλλυρίδι. τετάρτη ἐν Ἰνδοῖς. πέμπτη ἐν Κύρνῳ τῇ νήσῳ. ἕκτη ἐν Λεύκτροις τῆς Βοιωτίας. ἑβδόμη Κελτικῆς, Μασσαλιωτῶν ἄποικος. ὀγδόη Θρᾴκης. εἰσὶ δὲ καὶ ἄλλαι. ἢ παρὰ Θερμοπύλας καὶ Θρᾴκην. λέγεται δὲ προπαροξυτόνως. εἰ δ´ ἔστι νικαῖος, τὸ θηλυκὸν νικαία. ὁ πολίτης Νικαιεύς καὶ Νικαεύς διχῶς. ἐξ αὐτῆς Ἰσίγονος καὶ Ἀσκληπιάδης καὶ Παρθένιος καὶ Ἀπολλωνίδης καὶ Ἐπιθέρσης γραμμα…
Herodian
τῇ 'αι' διφθόγγῳ προπαροξύνεται, Νίκαια πόλις, νικαία δὲ τὸ θηλυκὸν τοῦ νικαῖος. ἔστι δὲ Νίκαια πόλις Βιθυνίας, Βοττιαίων ἄποικος. ἐκαλεῖτο δὲ πρότερον Ἀγκώρη, εἶτα Ἀντιγόνεια, ὕστερον δὲ ἀπὸ τῆς Λυσιμάχου γυναικὸς Νίκαια μετεκλήθη. δευτέρα τῶν Ἐπικνημιδίων Λοκρῶν. τρίτη ἐν Ἰλλυρίδι. τετάρτη ἐν Ἰνδοῖς. πέμπτη ἐν Κύρνῳ τῇ νήσῳ. ἕκτη ἐν Λεύκτροις τῆς Βοιωτίας. ἑβδόμη Κελτικῆς, Μασσαλιωτῶν ἄποικος. ὀγδόη Θρᾴκης. εἰσὶ δὲ καὶ ἄλλαι. Δίπαια πόλις Ἀρκαδίας ἡ καὶ Διπαιεύς. Δίκαια πόλις Θρᾴκης ἀπὸ Δικαίου τοῦ Ποσειδῶνος· ἔστι καὶ ἑτέρα ἐν τῷ Τυρρηνικῷ κόλπῳ Ἰώνων ἄποικος. Λίλαια πόλις Φωκίδος. Λυκόφρων (v. 1073) «πάτραν Λίλαιαν κἀνεμωρείας πέδον». Κάρ…