Νοῦβαι

Stephanos of Byzantium - Ethnika

Νοῦβαι OCR ✓ Trans ✓ Confirmed ✓
people
Νοῦβαι, ἔθνος Λιβύης παρὰ Νείλῳ. Ἀπολλόδωρος δευτέρῳ περὶ γῆς. λέγονται καὶ Νουβαῖοι ὡς Σαβαῖοι, καὶ Νουβάδες, οἱ αὐτοί.

Translation pending

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.60
char LCS 91 (93.8%) · word LCS 17 (94.4%)
Stephanos
Νοῦβαι, ἔθνος Λιβύης παρὰ Νείλῳ. Ἀπολλόδωρος δευτέρῳ περὶ γῆς. λέγονται καὶ Νουβαῖοι ὡς Σαβαῖοι, καὶ Νουβάδες, οἱ αὐτοί.
Herodian
…ἔχει ἡ παράδοσις. Τὰ εἰς 'βης' δισύλλαβα παραληγόμενα φωνήεντι βαρύνεται Λάβης, λέβης, Κέβης, Κάβης, Χάβης, Σίβης, Ἰνδικὸν ἔθνος, Βύβης πόλις κατὰ Πευκετίους καὶ τὸ ἐθνικὸν οἱ Βύβαι ὁμοφώνως ὡς Λοκροί καὶ Δελφοί. Νούβης ἔθνος Λιβύης παρὰ Νείλῳ. Ἀπολλόδωρος δευτέρῳ περὶ γῆς. λέγονται καὶ Νουβαῖοι ὡς Σαβαῖοι καὶ Νουβάδες οἱ αὐτοί. τὸ δὲ κιβῆς περισπᾶται ἀπὸ τοῦ κιβέας. Τὰ εἰς 'γης' δισύλλαβα βαρύνονται χωρὶς εἰ μή τι ἐκ συνθέτου καταλελειμμένον εἴη ἢ παρώνυμον ἐπιθετικόν. τότε γὰρ περισπᾶται, ὅτε συναλήλιπται ἢ βραχείᾳ παραλῆγον ἰσοσυλλάβως κλίν…