Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ὀλκάδες, ὡς Ἀρκάδες, ἔθνος Ἰβήρων τῶν ἐντὸς Ἴβηρος τοῦ ποταμοῦ. Πολύβιος ἐν τρίτῳ.
Ἀρκάδας τὴν πόλιν, ἀλλ´ Ἀρκαδίαν φησί. Ὀλκάς ἔθνος Ἰβήρων τῶν ἐντὸς Ἴβηρος τοῦ ποταμοῦ. Πολύβιος ἐν τρίτῳ. Νουβάς ἔθνος Λιβύης παρὰ Νείλῳ, οἳ καὶ Νοῦβαι καὶ Νουβαῖοι λέγονται, Ἑλλάς πόλις Θεσσαλίας «πολλοὶ Ἀχαΐδες εἰσὶν ἂν Ἑλλάδα τε Φθίην τε» (Il. 9, 395). ἐκτίσθη ὑπὸ Ἕλληνος οὐ τοῦ Δευκαλίωνος, ἀλλὰ τοῦ Φθίου καὶ Χρυσίππου…