Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ὄλκιον, πόλις Τυρρηνίας. Πολύβιος ἕκτῳ. τὸ ἐθνικὸν Ὀλκιῆται καὶ Ὀλκιεῖς.
Ἅγιον τόπος Σκυθίας, ἐν ᾧ Ἀσκληπιὸς ἐτιμᾶτο, ὡς Πολυίστωρ. Πάριον πόλις ἐν Ἑλλησπόντῳ ἀπὸ Παρίου τοῦ Ἰασίωνος. Ὄριον τόπος Κρήτης. Πάνιον σπήλαιον Παλαιστίνης, ἀφ´ οὗ ἐκρεῖ ὁ ποταμὸς Ἰορδάνης. Ὅλκιον πόλις Τυρρηνίας. Πολύβιος ἕκτῳ. Ὅλμιον πόλις Βοιωτίας, ὡς Ἐπαφρόδιτος ἐν τοῖς Ὁμηρικοῖς. Νότιον πόλις Ἰωνίας. Ἑκαταῖος Ἀσίᾳ. Ἄντιον πόλις μετὰ Λωρεντὸν τῆς Ἰταλίας ἡ καὶ Ἄντεια. Βάκτριον πόλις. Μόψιον πόλις τῆς Πελασγιώτιδος χώρας Θεσσαλίας. «ὠνόμαστ…