Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ὀρβῖται, ἔθνος Ἰνδικόν, ὡς Ἀπολλόδωρος δευτέρῳ, περὶ Ἀλεξάνδρειαν.
…ν πρὸς τῇ Αἰθιοπίᾳ. Ἀλέξανδρος Αἰθιοπικῶν πρώτῳ. Ἰβηρίτης ὁ καὶ Ἴβηρ ἔθνος. Παρθένιος ἐν Λευκαδίᾳ »Ἰβηρίτῃ πλεύσει ἐν αἰγιαλῷ«. Νεφθαλίτης ἔθνος κρατῆσαν τῆς ἕω, ὡς Ἰώσηπος (A. I. 5, 1). Ὁμηρίτης ἔθνος Αἰθιόπων. Ὀρβίτης ἔθνος Ἰνδικόν, ὡς Ἀπολλόδωρος δευτέρῳ, περὶ Ἀλεξάνδρειαν. Σαυνίτης τῶν Ἰαπύγων ὅμορος. Τρωΐτης ποταμὸς Αἰγύπτου. ἀστίτης. Σοφοκλῆς Ἀλεξάνδρῳ »οὐ γάρ τι θεσμὰ τοῖσιν ἀστίταις πρέπει« καὶ »βοτῆρα νικᾶν ἄνδρας ἀστίτας. τί γάρ;« ἐντεῦθεν καὶ τὸ ἐν τῇ συνηθείᾳ προαστίτης. οὐ γὰρ π…