Stephanos of Byzantium - Ethnika
Orikos: a city in the Ionian Gulf. Hekataios calls Orikos a harbour of Epeiros in his Europe: ‘after this Bouthrotos, a city; after this Orikos, a harbour’. But Apollodoros, the most admirable, knows it as a city. It is spoken of as masculine, as in Polybios, book 7: ‘those inhabiting Orikos, who are also situated first by the entrance to the Adrias, on the right as one sails in’. A citizen is an ‘Orikios’; the feminine is ‘Orikia’, both the region and the woman.
AI translation — gpt-5.5; Gabe v3
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ὤρικος, πόλις ἐν τῷ Ἰονίῳ κόλπῳ. Ἑκαταῖος λιμένα καλεῖ Ἠπείρου τὸν Ὤρικον ἐν τῇ Εὐρώπῃ “μετὰ δὲ Βουθρωτὸς πόλις, μετὰ δὲ Ὤρικος λιμήν”. Ἀπολλόδωρος δὲ ὁ θαυμασιώτατος πόλιν αὐτὴν οἶδε. λέγεται ἀρσενικῶς, ὡς Πολύβιος ἑβδόμῳ “οἱ δὲ τὸν Ὤρικον κατοικοῦντες, οἳ καὶ πρῶτοι κεῖνται περὶ τὴν εἰσβολὴν πρὸς τὸν Ἀδρίαν ἐκ δεξιῶν εἰσπλέοντι”. ὁ πολίτης Ὠρίκιος, τὸ θηλυκὸν Ὠρικία ἡ χώρα καὶ ἡ γυνή.
…υνεσταλμένῳ προπαροξύνεται, ἀνθέρικος, Κύζικος πόλις τῆς Προποντίδος, Ὤρικος πόλις ἐν τῷ Ἰονίῳ κόλπῳ. Ἑκαταῖος λιμένα καλεῖ Ἠπείρου τὸν Ὤρικον ἐν τῇ Εὐρώπῃ «μετὰ δὲ Βουθρωτὸς πόλις, μετὰ δὲ Ὤρικος λιμήν». Ἀπολλόδωρος δὲ πόλιν αὐτὴν οἶδε. λέγεται ἀρσενικῶς, ὡς Πολύβιος ἑβδόμῳ «οἱ δὲ τὸν Ὤρικον κατοικοῦντες, οἳ καὶ πρῶτοι κεῖνται περὶ τὴν εἰσβολὴν πρὸς τὸν Ἀδρίαν ἐκ δεξιῶν εἰσπλέοντι». Ἀσφόδικος, Ὄρικος κύριον, Σίνδικος πόλις προσεχὴς τῇ Σκυθίᾳ, Νήρικος πόλις Ἀκαρνανίας, ἣν Ὅμηρος (Od. ω 377) ἀκτήν φησι ἠπείροιο. Ὄμβρικος ἔθνος Ἰταλικόν. τὸ δὲ Θορικός οἱ πλείους ὀξύνουσιν. ἔστι δὲ δῆμος τῆς Ἀκαμαντί…
Ὤρικος, πόλις ἐν τῷ Ἰονίῳ κόλπῳ. Ἑκαταῖος λιμένα καλεῖ Ἠπείρου τὸν Ὤρικον ἐν τῇ Εὐρώπῃ “μετὰ δὲ Βουθρωτὸς πόλις, μετὰ δὲ Ὤρικος λιμήν”. Ἀπολλόδωρος δὲ ὁ θαυμασιώτατος πόλιν αὐτὴν οἶδε. λέγεται ἀρσενικῶς, ὡς Πολύβιος ἑβδόμῳ “οἱ δὲ τὸν Ὤρικον κατοικοῦντες, οἳ καὶ…
…ύλλαβα ἔχοντα πρὸ τοῦ 'ρ' τὸ 'τ' μόνον ἢ μεθ´ ἑτέρου συμφώνου μὴ ἐπιθετικὰ βαρύνεται, Χύτρος Κύπρου πόλις, ἣν ὠνομάσθαι μὲν Ξεναγόρας φησὶν ἀπὸ Χύτρου τοῦ Ἀλεξάνδρου τοῦ Ἀκάμαντος. Λεῦκτρος, οἶστρος, βόστρος, Ἴστρος ἔθνος ἐν τῷ Ἰονίῳ κόλπῳ. Ἑκαταῖος Εὐρώπῃ. ἔστι δὲ καὶ πόλις Κρήτης, ἣν Ἀρτεμίδωρος Ἰστρῶνά φησι. δευτέρα πόλις Ἴστρος ἐν τῷ Πόντῳ. Ἀρριανὸς δὲ Ἰστρίαν ὡς Ὀλβίαν αὐτήν φησι. τρίτη νῆσος πόλιν ὁμώνυμον ἔχουσα κατὰ τὸ Τριόπιον τῆς Κνιδίας. τετάρτη πόλις τῆ…