Ἔλωρος

Stephanos of Byzantium - Ethnika

Ἔλωρος OCR ✓ Trans ✓ Confirmed ✓
city
Ἔλωρος, πόλις Σικελίας, ἀπὸ Ἐλώρου ποταμοῦ τοῦ κατὰ Πάχυνον, ὃς λέγεται τιθασοὺς ἰχθῦς ἔχειν, ἀπὸ χειρὸς ἐσθίοντας, ὡς Ἀπολλόδωρος ἐν χρονικῶν πρώτῃ. ἔστι καὶ Μακεδονίας ἄλλη. ὁ πολίτης Ἐλωρίτης. Θουκυδίδης δὲ ἐν ἑβδόμῃ καὶ Ἐλωρίνην ὁδόν φησι.

Translation pending

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.200
char LCS 84 (42.4%) · word LCS 15 (40.5%)
Stephanos
Ἔλωρος, πόλις Σικελίας, ἀπὸ Ἐλώρου ποταμοῦ τοῦ κατὰ Πάχυνον, ὃς λέγεται τιθασοὺς ἰχθῦς ἔχειν, ἀπὸ χειρὸς ἐσθίοντας, ὡς Ἀπολλόδωρος ἐν χρονικῶν πρώτῃ. ἔστι καὶ Μακεδονίας ἄλλη. ὁ πολίτης Ἐλωρίτης. Θουκυδίδης δὲ ἐν ἑβδόμῃ καὶ Ἐλωρίνην ὁδόν φησι.
Herodian
…έγεται καὶ πληθυντικῶς «ἐν Ἀζώροις». Ῥιανὸς Ἀζώρειαν αὐτήν φησιν. Ἀννίχωρος ἔθνος πλησίον Περσῶν. λέγεται καὶ Ἀννίχωρ. Ἄωρος πόλις Κρήτης ἀπὸ Ἀώρας νύμφης. ἐκαλεῖτο καὶ Σάωρος. Γάζωρος πόλις Μακεδονίας. Ἔλωρος ποταμὸς ὁ κατὰ Πάχυνον, ὃς λέγεται τιθασοὺς ἰχθῦς ἔχειν ἀπὸ χειρὸς ἐσθίοντας, ὡς Ἀπολλόδωρος ἐν χρονικῶν πρώτῃ. καὶ ἀπ´ αὐτοῦ Ἔλωρος πόλις Σικελίας. ἔστι καὶ Μακεδονίας ἄλλη. Θέστωρος πόλις Θρᾴκης. Θεόπομπος εἰκοστῇ δευτέρᾳ. Κασσάνωρος πόλις Αἰγυπτία, ἧς μέμνηται Ἐφορος κϛʹ. Κύτωρος ἢ Κύδωρος πόλις Παφλαγονίας ἀπὸ Κυτώρου τοῦ Φρ…