Λάμια

Stephanos of Byzantium - Ethnika

Λάμια OCR ✓ Trans ✓ Confirmed ✓
Λάμια, πόλις Θεσσαλίας τῶν Μηλιέων, ὡς Πολύβιος. οἱ μὲν ἀπὸ Λάμου τοῦ Ἡρακλέους φασίν, οἱ δὲ ἀπὸ Λαμίας γυναικός, ἣ ἐβασίλευσε Τραχινίων. ἐν ᾗ καὶ Λαμιακὸς πόλεμος. ἔστι καὶ ἄλλη Κιλικίας. τὸ ἐθνικὸν Λαμιεῖς καὶ Λαμιῶται.

Translation pending

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.248
char LCS 111 (62.7%) · word LCS 22 (61.1%)
Stephanos
Λάμια, πόλις Θεσσαλίας τῶν Μηλιέων, ὡς Πολύβιος. οἱ μὲν ἀπὸ Λάμου τοῦ Ἡρακλέους φασίν, οἱ δὲ ἀπὸ Λαμίας γυναικός, ἣ ἐβασίλευσε Τραχινίων. ἐν ᾗ καὶ Λαμιακὸς πόλεμος. ἔστι καὶ ἄλλη Κιλικίας. τὸ ἐθνικὸν Λαμιεῖς καὶ Λαμιῶται.
Herodian
…ία τὸ 'α' μακρὸν ἔχουσι. καὶ τὸ πότνια· ἔστι δὲ καὶ Πότνιαι πόλις Βοιωτίας. καὶ ὄμπνια, Πολύμνια, Ἰάμνια πολίχνιον Φοινίκης, Στράβων δὲ κώμην φησίν »ἀπὸ Ἰάμνου ἢ ὅτι ἰάμνους ἐκάλουν τοὺς καθύγρους καὶ τεθηλότας τόπους«. Λάμια πόλις Θεσσαλίας τῶν Μηλιέων, ὡς Πολύβιος, οἱ μὲν ἀπὸ Λάμου τοῦ Ἡρακλέους φασίν, οἱ δὲ ἀπὸ Λαμίας γυναικός, ἣ ἐβασίλευσε Τραχινίων· ἔστι καὶ ἄλλη Κιλικίας—προπαροξύνεται. Τὰ εἰς 'εια' ἀπὸ τῶν εἰς 'ευς' προπαροξύνεται, βασιλεύς βασίλεια, πολιεύς πολίεια, Πιτυεύς Πιτύεια, Ἀλαλκομενεύς Ἀλαλκομένεια, ἱερεύς ἱέρεια. τοῦτο δὲ οἱ Ἀττικοὶ ἐκτείνοντες τὸ 'α' π…