Δῶρος

Stephanos of Byzantium - Ethnika

Δῶρος OCR ✓ Trans ✓ Confirmed ✓
city
Δῶρος, πόλις Φοινίκης. Ἑκαταῖος Ἀσίᾳ “μετὰ δὲ ἡ πάλαι Δῶρος νῦν δὲ Δῶρα καλεῖται”. καὶ οὕτως Ἰώσηπος αὐτὴν καλεῖ ἐν εʹ τῆς Ἰουδαϊκῆς ἱστορίας “ἀπὸ μὲν Ἰορδάνου μέχρι Δώρων πόλεως”. καὶ πάλιν “Ἀζώτῳ καὶ Δώροις ὁριζόμενοι”. καὶ ἐν ϛʹ “εἶναί τι γύναιον ἐν πόλει Δώρῳ”. καὶ πάλιν “ὅτε ἤνεγκεν εἰς τὴν Δῶρον”. καὶ Κλαύδιος Ἰούλιος ἐν γʹ Φοινικικῶν “μετὰ Καισάρειαν Δῶρα κεῖται βραχεῖα πολίχνη, Φοινίκων αὐτὴν οἰκούντων, οἳ διὰ τὸ ὑπόπετρον τῶν τε αἰγιαλῶν καὶ τὸ πορφύρας γόνιμον συνελθόντες καλιὰς αὐτοῖς ᾠκοδομήσαντο καὶ περιβαλόμενοι χάρακας, ὡς ὑπήκουεν αὐτοῖς τὰ τῆς ἐργασίας, τεμνόμενοι τὰς πέτρας διὰ τῶν ἐξαιρουμένων λίθων τὰ τείχη κατεβάλοντο καὶ τὴν εὔορμον χηλὴν ὅπως [οἷόν] τε ἀσφαλῶς ἔθεντο, ἐπώνυμον αὐτὴν τῇ πατρίῳ γλώσσῃ Δώρ καλοῦντες. οἱ δ´ Ἕλληνες χάριν τοῦ τῆς φωνῆς εὐπροφόρου καλεῖν ἀρκοῦνται Δῶρα τὴν πόλιν. καί τινες ἱστοροῦσι Δῶρον τὸν Ποσειδῶνος οἰκιστὴν αὐτῆς γεγονέναι”. καὶ Ἀρτεμίδωρος Δῶρα τὴν πόλιν οἶδεν ἐν ἐπιτομῇ τῶν ιαʹ “συνεχῶς δ´ ἐστὶ Στράτωνος πύργος, εἶτα ἔνι Δῶρα ἐπὶ χερσονησοειδοῦς τόπου κείμενον πολισμάτιον, ἀρχομένου τοῦ ὄρους τοῦ Καρμήλου”. καὶ ἐν θʹ γεωγραφουμένων τὸ αὐτό. Ἀπολλόδωρος δὲ Δῶρον καλεῖ ἐν χρονικῶν δʹ “εἰς Δῶρον οὖσαν ἐπιθαλάττιον πόλιν”. καὶ Ἀλέξανδρος ἐν Ἀσίᾳ “Δῶρός τ´ ἀγχίαλός τ´ Ἰόπη προύχουσα θαλάσσης”. καὶ Χάραξ ιαʹ “Τρύφων ἐν Δώρῳ τῆς κοίλης Συρίας πόλει πολιορκούμενος ὑπ´ Ἀντιόχου ἔφυγεν εἰς Πτολεμαΐδα τὴν Ἄκην λεγομένην”. τὸ ἐθνικὸν Δωρίτης, ὃ καὶ ταῖς δύο καταλήξεσιν ἀναλογεῖ, τῇ μὲν Δῶρα Δωρίτης, ὡς Στάγειρα Σταγειρίτης, ὡς εἴρηται, τῆς δὲ Δῶρος ὁμοίως Δωρίτης, [ὡς] Σκίρος Σκιρίτης, χῶρος χωρίτης, μέσος μεσίτης, Κοπτός Κοπτίτης, Δίολκος Διολκίτης. Παυσανίας δὲ ἐν τῇ τῆς πατρίδος αὐτοῦ κτίσει Δωριεῖς αὐτοὺς καλεῖ τῇδε γράφων “Τύριοι Ἀσκαλωνῖται Δωριεῖς Ῥαφανεῶται”, ὥστε παρὰ τὴν Δῶρον τὸ Δώριον εἶναι, οὗ ἂν εἴη τὸ Δωριεύς, ὡς τοῦ Χήσιον τὸ Χησιεύς. ἔστι καὶ Καρίας Δῶρος πόλις, ἣν συγκαταλέγει ταῖς πόλεσιν ταῖς Καρικαῖς Κρατερὸς ἐν τῷ περὶ ψηφισμάτων τρίτῳ “Καρικὸς φόρος· Δῶρος, Φασηλῖται”.

Translation pending

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.192
char LCS 197 (15.0%) · word LCS 38 (14.2%)
Stephanos
…ν οἶδεν ἐν ἐπιτομῇ τῶν ιαʹ “συνεχῶς δ´ ἐστὶ Στράτωνος πύργος, εἶτα ἔνι Δῶρα ἐπὶ χερσονησοειδοῦς τόπου κείμενον πολισμάτιον, ἀρχομένου τοῦ ὄρους τοῦ Καρμήλου”. καὶ ἐν θʹ γεωγραφουμένων τὸ αὐτό. Ἀπολλόδωρος δὲ Δῶρον καλεῖ ἐν χρονικῶν δʹ “εἰς Δῶρον οὖσαν ἐπιθαλάττιον πόλιν”. καὶ Ἀλέξανδρος ἐν Ἀσίᾳ “Δῶρός τ´ ἀγχίαλός τ´ Ἰόπη προύχουσα θαλάσσης”. καὶ Χάραξ ιαʹ “Τρύφων ἐν Δώρῳ τῆς κοίλης Συρίας πόλει πολιορκούμενος ὑπ´ Ἀντιόχου ἔφυγεν εἰς Πτολεμαΐδα τὴν Ἄκην λεγομένην”. τὸ ἐθνικὸν Δωρίτης, ὃ καὶ ταῖς δύο καταλήξεσιν ἀναλογεῖ, τῇ μὲν Δῶρα Δωρίτης, ὡς Στάγειρα Σταγειρίτης, ὡς εἴρηται, τῆς δὲ Δῶρος ὁμοίως Δωρίτης, [ὡς] Σκίρος Σκιρίτης, χῶρος χωρίτης, μέσος μεσίτης, Κοπτός Κοπτίτης, Δίολ…
Herodian
…, Δῶρος ὁ Ἕλληνος καὶ πόλις Φοινίκης. Ἑκαταῖος Ἀσίᾳ «μετὰ δὲ ἡ πάλαι Δῶρος, νῦν δὲ Δῶρα καλεῖται». Ἰώσηπος ἐν ϛʹ τῆς Ἰουδαϊκῆς ἱστορίας «εἶναί τι γύναιον ἐν πόλει Δώρῳ» καὶ πάλιν «ὅτε ἤνεγκεν εἰς τὴν Δῶρον». Ἀπολλόδωρος ἐν χρονικῶν δʹ «εἰς Δῶρον οὖσαν ἐπιθαλάττιον πόλιν». καὶ Ἀλέξανδρος ἐν Ἀσίᾳ «Δῶρος τ´ ἀγχίαλός τ´ Ἰόπη προύχουσα θαλάσσης». καὶ Χάραξ ιαʹ «Τρύφων ἐν Δώρῳ τῆς κοίλης Συρίας πόλει πολιορκούμενος ὑπ´ Ἀντιόχου ἔφυγεν εἰς Πτολεμαΐδα τὴν Ἄκην λεγομένην». ἔστι καὶ Καρίας Δῶρος πόλις, ἣν συγκαταλέγει ταῖς πόλεσιν ταῖς Καρικαῖς Κρατερὸς ἐν τῷ περὶ ψηφισμάτων τρίτῳ «Καρικὸς φόρος· Δῶρος, Φασηλῖται». Βῶρος. Χλῶρος τὸ κύριον, χῶρος, Πρῶρος, Πῶρος ὄνομα κύριον. Ὦρος. σεσημεί…
Herodian 1.49
char LCS 27 (2.4%) · word LCS 5 (2.3%)
Stephanos
…ὐτοὺς καλεῖ τῇδε γράφων “Τύριοι Ἀσκαλωνῖται Δωριεῖς Ῥαφανεῶται”, ὥστε παρὰ τὴν Δῶρον τὸ Δώριον εἶναι, οὗ ἂν εἴη τὸ Δωριεύς, ὡς τοῦ Χήσιον τὸ Χησιεύς. ἔστι καὶ Καρίας Δῶρος πόλις, ἣν συγκαταλέγει ταῖς πόλεσιν ταῖς Καρικαῖς Κρατερὸς ἐν τῷ περὶ ψηφισμάτων τρίτῳ “Καρικὸς φόρος· Δῶρος, Φασηλῖται”.
Herodian
…οῦ κλίσεως, θάτερον δὲ νεώτερον, Μέντωρ κύριον καὶ ἔθνος πρὸς τοῖς Λιβυρνοῖς. Ἑκαταῖος Εὐρώπῃ. κωμήτωρ, οἰκήτωρ, παγκράτωρ, προπάτωρ, Νικάνωρ, ἠλέκτωρ ὁ ἥλιος, ταλάωρ τὸ τόξον. Χαλκήτωρ ὁ οἰκήτωρ Χαλκητορίου πόλεως Κρήτης. Κρατερὸς ἐν τῷ περὶ ψηφισμάτων, Ἀπολλόδωρος δὲ Χαλκητορεῖς αὐτούς φησι τετάρτῳ χρονικῶν «μεθ´ οὗ Χαρίδημος ἦν φυγὰς Χαλκητορεύς». ἀλάστωρ ὁ Ζεὺς ὁ ὑποπτεύων τοὺς ἄλαστα καὶ χαλεπὰ ποιοῦντας· ἢ ὁ ἀσεβὴς ἢ ὁ κακοποιός. σημειῶδες ἄρα τὸ ἰχώρ μόνον ὀξυνό…