Μεγάλη πόλις

Stephanos of Byzantium - Ethnika

Μεγάλη πόλις OCR ✓ Trans ✓ Confirmed ✓
city
Μεγάλη πόλις, πόλις Ἀρκαδίας, ἣν συνῴκισαν ἄνδρες Ἀρκάδες μετὰ τὰ Λευκτρικά. ἐκαλεῖτο δὲ κατὰ τὸ ἥμισυ μέρος Ὀρεστία· ἀπὸ τῆς τοῦ Ὀρέστου παρουσίας. οἱ δὲ πολῖται Ὀρέστιοι καὶ Μεγαλοπολῖται. ἀφ´ ἧς Κερκιδᾶς ἄριστος νομοθέτης καὶ μελιάμβων ποιητής, καὶ Αἰνησίας περιπατητικὸς ὁ Θεοφράστου μαθητής, καὶ Ἀκεστόδωρος περὶ πόλεων συγγεγραφώς, καὶ Πολύβιος τεσσαράκοντα βιβλία συγγράψας. οὗτοι Μεγαλοπολῖται. τὸ κτητικὸν Μεγαλοπολιτικός. βʹ ἔστι καὶ ἄλλη πόλις Καρίας, ἡ νῦν Ἀφροδισιάς ἡ πρότερον Λελέγων πόλις καὶ διὰ τὸ μέγεθος ἐκλήθη Μεγαλόπολις· ὠνομάσθη δὲ καὶ Νινόη ἀπὸ Νίνου. ὁ πολίτης Νινοήτης. ἔστι καὶ Ἰβηρίας Μεγάλη πόλις ὡς Φίλων. ἔστι καὶ Μεγάλη νῆσος ἡ νῦν Λυκίας.

Translation pending

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.308
char LCS 22 (4.0%) · word LCS 5 (5.0%)
Stephanos
…νομοθέτης καὶ μελιάμβων ποιητής, καὶ Αἰνησίας περιπατητικὸς ὁ Θεοφράστου μαθητής, καὶ Ἀκεστόδωρος περὶ πόλεων συγγεγραφώς, καὶ Πολύβιος τεσσαράκοντα βιβλία συγγράψας. οὗτοι Μεγαλοπολῖται. τὸ κτητικὸν Μεγαλοπολιτικός. βʹ ἔστι καὶ ἄλλη πόλις Καρίας, ἡ νῦν Ἀφροδισιάς ἡ πρότερον Λελέγων πόλις καὶ διὰ τὸ μέγεθος ἐκλήθη Μεγαλόπολις· ὠνομάσθη δὲ καὶ Νινόη ἀπὸ Νίνου. ὁ πολίτης Νινοήτης. ἔστι καὶ Ἰβηρίας Μεγάλη πόλις ὡς Φίλων. ἔστι καὶ Μεγάλη νῆσος ἡ νῦν Λυκίας.
Herodian
…δὲ ἀπὸ Τάβου ἥρωος. οἱ δέ φασι τὸν Κιβύραν καὶ Μαρσύαν ἀδελφοὺς τὸν μὲν κτίσαι Κιβύραν πόλιν, τὸν δὲ Τάβας, καὶ καλέσαι ἀπὸ τοῦ ἐπὶ πέτρας οἰκεῖσθαι· τάβαν γὰρ τὴν πέτραν Ἕλληνες ἑρμηνεύουσιν. ἔνιοι ἀπὸ Ταβηνοῦ Ἀργείου. ἔστι καὶ ἄλλη πόλις Καρίας Τάβαι. καὶ τρίτη τῆς Περαίας, ἣν Ἀλέξανδρος ἐν τῷ περὶ Συρίας ἑρμηνεύει ἀγαθήν. Σάβαι πόλις μεγάλη πλησίον τῆς Ἐρυθρᾶς θαλάσσης. Λάβαι πόλις Χαττηνίας. Πολύβιος τρισκαιδεκάτῳ. βλάβη. ὀξύνεται δὲ ταῦτα, λαβή, τριβή ῥηματ…