Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Μασύλιοι, Λιβυκὸν ἔθνος. Ἀπολλόδωρος βʹ. Πολύβιος ἐν τῷ ἑβδόμῳ Μασυλεῖς αὐτούς φησι.
…, κειμήλιος, γαμήλιος, Ταργήλιος, ἀπατήλιος. Τήλιος ὄνομα ἔθνους· Ἀνδροτίων ἕκτῳ Ἀτθίδος. Ὀλβήλιος, Ῥακήλιος, Αἰγίλιος, Πραξίλιος, ἐμφύλιος· λέγεται καὶ φύλιος ἄνευ τοῦ ἐν, Παμφύλιος, Τριφύλιος, Μασύλιος, ἔθνος Λιβυκόν. Ἀπολλόδωρος βʹ. Πολύβιος ἐν τῷ ἑβδόμῳ Μασυλεῖς αὐτούς φησι. Οἰτύλιος, Αἰτώλιος, ἀποφώλιος, Ὀκώλιος. τὸ μέντοι λαλιός, πελιός ὁ πολιός, σκολιός, φαλιός ὁ λευκομέτωπος, βαλιός ὡς τρισύλλαβα ὀξύνεται. τὸ δὲ Βαλίος ἐπὶ κυρίου παροξύνεται, τὸ δὲ Ἅλιος κύριον προπαροξύνει ἡ συνήθης ἀ…