Ξάνθοι· ἔθνος Θρᾴκιον. Ἑκαταῖος Εὐρώπῃ (FGrHist 1 F 180).
Translation pending
Ξάνθος· πόλις Λυκίας. Ἑκαταῖος Ἀσίᾳ (FGrHist 1 F 255) „παρ’ ᾗ Ξάνθος ἐξίησι ποταμός“. ἐκλήθη δὲ ἀπὸ Ξάνθου Αἰγυπτίου ἢ Κρητὸς οἰκιστοῦ. ἔστι καὶ Ξάνθος πόλις ἐν Λέσβῳ. ὁ πολίτης Ξάνθιος, ὡς Εὐριπίδης (fr. 1102 Kannicht = fr. 1102 Jouan/van Looy). καὶ τοῦ ποταμοῦ τὸ κτητικὸν ὁμοίως.
Translation pending
Ξαῦρος· τόπος Μακεδονίας, ἀπὸ Ξαύρου τινός. οἱ οἰκοῦντες Ξαύριοι.
Translation pending
Ξενέφυρις· κώμη Λιβύης πλησίον Ἀλεξανδρείας. τὸ ἐθνικὸν Ξενεφυρίτης, τῷ τύπῳ τῆς χώρας.
Translation pending
Ξερξήνη· ἀπὸ Ξέρξου, ὡς Καμβυσηνὴ ἀπὸ Καμβύσου, τῇ Μικρᾷ Ἀρμενίᾳ ὅμορος.
Translation pending
6 Ξήρα· πόλις περὶ τὰς Ἡρακλείους στήλας. Θεόπομπος μγ (FGrHist 115 F 199). τὸ ἐθνικὸν Ξηραῖος, ὡς Θήρα Θηραῖος.
Translation pending
7 Ξιλία· πόλις Λιβύης. Ἀλέξανδρος ἐν γ Λιβυκῶν (FGrHist 273 F 44). τὸ ἐθνικὸν Ξιλιάτης, ὡς Ἰάμνια Ἰαμνιάτης.
Translation pending
8 Ξιφήνη· χώρα Παλαιστίνης. Ἰώσηπος Ϛ Ἰουδαϊκῆς ἱστορίας (6,275). τὸ ἐθνικὸν Ξιφηναῖος φησί.
Translation pending
9 Ξιφωνία· πόλις Σικελίας. Θεόπομπος Φιλιππικῶν λ̄θ (FGrHist 115 F 190). τὸ ἐθνικὸν Ξιφωνιάτης ὡς Καυλωνιάτης.
Translation pending
10 Ξόϊς· πόλις καὶ νῆσος Αἰγυπτία ἐν τῇ μεσογείῳ τῇ ἀπὸ τοῦ Σεβεννυτικοῦ καὶ Φατνιτικοῦ στόματος. ὁ πολίτης Ξοΐτης ὡς Σαΐτης.
Translation pending
11 Ξουθία· πόλις Σικελίας. Φίλιστος γ̄ Σικελικῶν (FGrHist 556 F 18). τὸ ἐθνικὸν Ξουθιάτης.
Translation pending
12 Ξοῦχις· πόλις Λιβύης. Ἀρτεμίδωρος ἐν Ἐπιτομῇ τῶν ιᾱ (Epit. fr. 14 Stiehle). τὸ ἐθνικὸν Ξουχίτης.
Translation pending
13 Ξύλος· πόλις Καρίας. Ἑκαταῖος Ἀσίᾳ (FGrHist 1 F 253). τὸ ἐθνικὸν Ξύλιος ἢ Ξυλεύς, διὰ τὸ ἰδίωμα τοῦ τόπου· χαίρουσι γὰρ τοῖς εἰς ευς.
Translation pending
14 Ξυνία· Θετταλίας πόλις. Πολύβιος θ̄ (9,45,3). τὸ ἐθνικὸν Ξυνιεύς ὡς Ἰλιεύς. καὶ Ξυνιὰς λίμνη, ἣν Βοιβιάδα φασίν.
Translation pending
Ξυπετή· δῆμος Κεκροπίδος φυλῆς. ὁ δημότης Ξυπετεών ὡς Μακεδών. τὸ τοπικὸν ἐκ Ξυπετεώνων εἰς Ξυπετεώνων καὶ ἐν Ξυπετεώνων. Φιλόχορος (FGrHist 328 F 205) δὲ Ξυπετέωνον τὸν δῆμόν φησι διὰ τοῦ ω καὶ τοῦ ο μικροῦ ἐν τέλει.
Translation pending
Ξύστις· ὡς Σάρδις, πόλις Καρίας. τὸ ἐθνικὸν Ξυστιανός.
Translation pending